καθ᾿ ἡμῶν συσκευῆς ὁ Πορφύριος ῥήμασιν αὐτοῖς τάδε
παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευὼ, ὃς Ἀβελβαλῷ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς, ὑπ᾿ ἐκείνου καὶ τῶν κατ᾿ αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκὠν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως
πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων c μηνύουσι διαδοχαί. Σαγχωνιάθων δὲ, ὁ κατὰ τὴν τῶν Φοινίκων διάλεκτον φιλαλήθῶς πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν καὶ συγγράψας,
ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.