Καίσαρος, εἴ τις ἀπὸ τούτου συναγαγεῖν ἐθέλοι τὸν τῶν ἐτῶν ἀριθμὸν, προιὼν ἐπὶ τοὺς ἀνωτέρω χρόνους, c τοὺς μέχρι Δαρείου τοῦ Περσῶν βασιλέως, καὶ τῆς κατ’ αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεὼ, ἣ γέγονε μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ
Ἰουδαίων ἔθνους, εὕροι ἂν ἀπὸ Τιβερίου ἐπὶ τὸ δεύτερον ἔτος Δαρείου ἔτη φμή.
συμπίπτει.
ὑπῆρχε τῆς ἐρημίας τοῦ ἐν Ἱεροσολύμοις νεὼ, καθὼς τὰ τῆς ἱστορίας ἱστορίας παρίστησι, κἀντεῦθεν πάλιν ἀνατρεχόντων ἀπὸ μὲν τοῦ δευτέρου ἔτους Δαρείου ρείου ἐπὶ τὴν πρώτην Ὀλυμπιάδα ἔτη συνάγοιτ’ ἂν σνς', Ὀλυμπιάδες ξδ'· τοσαῦτα δ’ ἂν εὕροις τὰ ἀπὸ
τοῦ ὑστάτου ἔτους τῆς ἐρημίας τοῦ δηλωθέντος ἱεροῦ ἐπὶ τὸ ’ν ἔτος Ὀζίου τοῦ τῶν Ἰουδαίων βασιλέως ἀνιὼν, καθ’ ὃν ἐπροφήτευον Ἠσαίας καὶ Ὠσηὲ, ὅσοι 484 τε τούτοις γεγόνασι σύγχρονοι, ὥστ’ εἶναι τὴν πρώτην καθ’ Ἕλληνας Ὀλυμπιάδα σύνδρομον Ἡσαΐᾳ τῷ
προφήτῃ καὶ τοῖς τούτῳ συγχρόνοις.
ἐτῶν υη΄· ὥστ᾿ εἶναι τὴν Ἰλίου ἅλωσιν κατὰ τοὺς Λαβδὼν τοῦ κριτοῦ χρόνους, ἑπτὰ ἔτεσι πρότερον ἢ Σαμψὼν ἄρξαι Ἑβραίων, ὃν κατὰ τὴν τοῦ σώματος ἀλκὴν ἀνυπόστατον γενέσθαι φασὶν, ἐοικότα τῷ βοωμένῳ παρ᾿ Ἓλλησιν Ἡρακλεῖ.
δὲ ἐπὶ τοὺς ἀνωτέρω βαδίζων, σαυτῷ τε συναγαγὼν ἀριθμὸν ἐτῶν υ΄, εὕροις ἂν κατὰ μὲν Ἑβραίους Μωσέα, κατὰ δὲ Ἕλληνας Κέκροπα τὸν γηγενῆ. c
ὁ κατὰ Δευκαλίωνα κατακλυσμὸς, καὶ ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις, Ἐριχθονίου τε γένεσις, Κόρης τε ἁρπαγὴ, καὶ Δήμητρος μυστήρια, Ἐλευσινίων ἵδρυσις, Τριπτολέμου γεωργία, Εὐρώπης ὑπὸ Διὸς ἁρπαγὴ, Ἀπόλλωνος γένεσις, Κάδμου ἐπὶ Θήβας
παρουσία, καὶ ἔτι τούτων νεώτεροι Διόνυσος, Μίνως, Περσεὺς, Ἀσκληπιὸς, Διόσκουροι, Ἡρακλῆς. d
ἔτος ζωῆς Ἁβραὰμ εὑρήσεις ἔτη φε΄. τοσαῦτα δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασιλείας τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος ἐπὶ Νίνον ἥξεις τὸν Ἀσσύριον, ὃν πρῶτόν φασιν ἁπάσης τῆς Ἀσίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νίνος ἐπώνυμος
πόλις, ἣ Νινευὶ παρ᾿ Ἑβραίοις ὠνόμασται, καθ᾿ ὃν Ζωροάστρης ὁ μάγος Βακτρίων ἐβασίλευσε. Νίνου δὲ γυνὴ καὶ διάδοχος τῆς βασιλείας Σεμίραμις· ὥστ᾿ εἶναι τὸν Ἁβραάμ κατὰ τούτους.
ἐπὶ δὲ τοῦ παρόντος πρὸς τοῖς εἰρημένοις μάρτυρι τῆς Μωσέως ἀρχαιότητος χρήσομαι τῷ πάντων δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ Ἑβραίων τε καὶ 485 ἡμῶν, φημὶ δὲ τῷ καθ᾿ ἡμᾶς φιλοσόφῳ, ὃς τὴν καθ᾿ ἡμῶν συσκευὴν ὑπερβολῇ μίσους προβεβλημένος
οὐ μόνους ἡμᾶς, ἀλλὰ καὶ Ἑβραίους, αὐτόν τε Μωσέα καὶ τοὺς μετ᾿ αὐτὸν προφήτας ταῖς ἴσαις ὑπηγάγετο δυσφημίαις. οὕτω γὰρ διὰ τῆς τῶν ἐχθρῶν ὁμολογίας ἀναμφηρίστως ἡγοῦμαι τὴν ἐπαγγελίαν πιστώσασθαι.
καθ᾿ ἡμῶν συσκευῆς ὁ Πορφύριος ῥήμασιν αὐτοῖς τάδε
παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευὼ, ὃς Ἀβελβαλῷ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς, ὑπ᾿ ἐκείνου καὶ τῶν κατ᾿ αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκὠν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως
πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων c μηνύουσι διαδοχαί. Σαγχωνιάθων δὲ, ὁ κατὰ τὴν τῶν Φοινίκων διάλεκτον φιλαλήθῶς πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν καὶ συγγράψας,
ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος.”
τὰ ὑπομνήματα· οἱ δὲ καὶ αὐτοὶ ἀρχαιότεροι ὄντες αὐτοῦ σχεδὸν τοῖς Μωσέως πλησιάζειν χρόνοις εἴρηνται, οὐδὲ αὐτοὶ κατὰ Μωσέα γενόμενοι, ἀλλὰ σχεδὸν τοῖς ἐκείνου χρόνοις πλησιάζοντες· ὡς τοσοῦτον πρεσβύτερον εἶναι τὸν Μωσέα τοῦ Σαγχωνιάθωνος
ὁπόσον ἂν οὗτος λείπηται τῶν αὐτοῦ πρεσβυτέρων, οἳ Μωσεῖ πλησιάζειν ὡμολογήθησαν.
Σαγχωνιάθωνα Μωσέα γεγονέναι, καὶ μὴ πρότερον, ὧδε τὸν ἔλεγχον ἐφοδεύσω.
Τρωϊκὰ προάγων κατὰ τὸν φιλόσοφον.
αὐτῆς τε καὶ Μωσέως, ἐν οἷς οὐδὲν ἐπίσημον γεγονὸς ἱστορεῖται παρ᾿ Ἕλλησι. κατὰ τοῦτο δὲ τοῦ χρό- νοῦ παρ’ Ἑβραίοις ἡγοῦνται οἶ Κριταί.
βοώμενος παρ’ αὐτοῖς αὐτόχθων, Ἄργους ἡγουμένου Τριόπα, ὃς ἦν ἕβδομος μετὰ τὸν πρῶτον Ἀργεῖον Ἴναχον.
Αἰγύπτιοι μετονομάσαντες σέβουσι , Προμηθεύς τε καὶ Ἄτλας ἐγνωρίζοντο.
ἐμπρησμὸς, πολλῶν , ὡς εἰκὸς, φθορῶν γῆς κατὰ τόπους γεγενημένων.
ἄγαλμα στήσασθαι , ὡς οὐδὲ τούτων ἐκ παλαιοῦ ὑπαρχόντων.
Μώσεως ἐπὶ τὴν Ἰλίου ἅλωσιν συνάγεσθαι πλέον ἢ ἔτη ὢ κατὰ τὴν ἐκτεθεῖσαν τοῦ φιλοσόφου μαρτυρίαν.
πεντηκοστὴν Ὀλυμπιάδα οἶ ἀμφὶ Πυθαγόραν καὶ Δημόκριτον καὶ τοὺς μετὰ ταῦτα φιλοσόφους ὠνομάσθησαν, ἐγγύς που μετὰ τὰ Τρωϊκὰ ἔτεσιν ἑπτα- κοσίοις.
δὲ καιρὸς καὶ τὰς τῶν πρὸ ἡμῶν περὶ τῆς αὐτῆς ὑποθέσεως ἀποδείξεις. γεγόνασι δὴ παρ᾿ ἡμῖν λόγιοι ἄνδρες καὶ τῶν ἀπὸ παιδείας οὐδενὸς δεύτεροι, b τοῖς τε θείοις οὐ παρέργως καθωμιληκότες, οἳ καὶ τὴν παροῦσαν ὑπόθεσιν ἐπ᾿ ἀκριβὲς διευκρινήσαντες
τῇ παρ᾿ Ἑβραίοις συνέστησαν ἀρχαιολογίᾳ, πλουσίᾳ καὶ ποικίλῃ κατασκευῇ κεχρημένοι τῆς ἀποδείξεως.
καὶ οἱ μὲν Ἑλληνικοῖς, οἱ δὲ καὶ τοῖς τὰ Φοινίκων τά τε Χαλδαίων καὶ Αἰγυπτίων ἀναγράψασι συν- c εχρήσαντο· ὁμοῦ δὲ οἱ πάντες, τὰ Ἑλληνικὰ καὶ τὰ βάρβαρα τά τε παρ᾿ αὐτοῖς Ἑβραίοις συναγαγόντες καὶ τὰς παρὰ πᾶσιν ἱστορίας παραθέντες, θατέρᾳ τε
τὴν ἑτέραν συγκρούσαντες, τὰ παρὰ τοῖς πᾶσιν ὑπὸ τοὺς αὐτοὺς χρόνους πραχθέντα συνεξητάκασιν.
μάλιστα ταῖς αὐτῶν ἡγησάμην δεῖν παραχωρῆσαι d φωναῖς τὸν παρόντα λόγον, ὅπως ὁμοῦ τῶν οἰκείων μὴ ἀποστεροῖντο καρπῶν οἱ τῶν λόγων πατέρες, καὶ διὰ πλειόνων μαρτύρων, ἀλλὰ μὴ δι᾿ ἑνὸς, ὁμοῦ ἡ σύστασις τῆς ἀληθείας ἀναμφίλεκτον λάβοι τὴν ἐπικύρωσιν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.