τοὺς χρόνους, καθ᾿ οὓς ἤκμασαν Μωσῆς τε καὶ οἱ μετὰ Μωσέα προφῆται, εὖ ἂν ἔχοι διελθεῖν, ἐπεὶ καὶ τοῦτ᾿ ἂν εἴη ἕν τι τῶν μάλιστα συνεκτικωτάτων τῇ προκειμένῃ πραγματείᾳ, τὸ μέλλοντας τῶν παρὰ τοῖς ἀνδράσι λογίων ἐφάπτεσθαι προδιαλαβεῖν περὶ
τῆς ἀρχαιότητος αὐτῶν, ἵν᾿, εἰ φανεῖεν τοῖς Ἑβραίων προφήταις τε καὶ θεολόγοις οἱ παρ᾿ Ἕλλησιν ὁμοδοξοῦντες, μηκέτ᾿ ἀμφιβάλλοις τίνας ἦν εἰκὸς τὰ παρὰ τίνων ἀναλέξασθαι, πότερα τοὺς πρεσβυτέρους τὰ τῶν νέων, Ἑβραίους τε τὰ Ἑλλήνων, καὶ βαρβάρους
τὰ φιλοσόφων, ὧν οὐδὲ τῆς γλώσσης εἰκὸς 483 ἐπαΐειν· ἢ, ὅπερ καὶ μᾶλλον εἰκὸς, τοὺς νέους τὰ τῶν πρεσβυτέρων, καὶ τοὺς τὰ πλεῖστα τῶν ἐθνῶν περιειργασμένους Ἓλληνας καὶ τὰ Ἑβραίων μὴ ἀγνοῆσαι, ἀρχῆθεν ἐπὶ τὴν Ἑλλάδα φωνὴν μεταβεβλημένα.
b
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.