1 χρόνοις , ἔνα τῶν ἐνταῦθα νομίμων καὶ παιδείας μετάσχωσιν.
καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον· ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ 282 τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν c
Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον.
πάντα δι’ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν.
Διονύσου τὴν αὐτὴν εἶναι· τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν , τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων · τὰς δὲ τῶν ἀσεβῶν ἐν Ἅιδου τιμωρίας, καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας, καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν,
μιμησάμενον τὰ περὶ τὰς ταφὰς τὰς κατ’ Αἴγυπτον.
τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Όμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν, 481
καὶ τὰ περὶ Κρόνου μυθολογούμενα, καὶ τὰ περὶ τῆς Τιτανομαχίας, καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν.
ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δ᾿ ἔνιοι λέγουσιν, ὑπὸ Μάρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας· τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατ᾿ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι.
προσεξευρόντα, τυχεῖν ἰσοθέων τιμῶν. κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων.
Τηλεμάχῳ φαρμακείαν καὶ λήθην τῶν συμβεβηκό- d των κακῶν.
ταύτῃ γυναῖκας χρῆσθαι τῇ προειρημένῃ δυνάμει λέγουσι, καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ πα- λαιῶν χρόνων ὀργῆς καὶ λύπης φάρμακον εὑρῆσθαί φασι· τὰς δὲ Θήβας καὶ Διόσπολιν τὴν αὐτὴν ὑπάρχειν· τήν τε Ἀφροδίτην ὀνομάζεσθαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιὰς παραδόσεως· καὶ πεδίον
εἶναι· καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν.
τὸν νεὼν τοῦ Δῖός περαιοῦσθαι τὸν ποταμὸν εἰς τὴν Λιβύην, καὶ μεθ’ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν, 482 ὡς ἐξ Αἰθιοπίας τοῦ θεοῦ παρόντος. τήν τε συνουσίαν τῶν θεῶν τούτων, ἐν ταῖς πανηγύρεσι τῶν ναῶν 283 ἀνακομιζομένων ἀμφοτέρων εἰς ὄρος ἄνθεσι παντοίοις
ὑπὸ τῶν ἱερέων κατεστεμμένον.’
καὶ τὰ περὶ τοὺς ἀριθμοὺς, ἔτι δὲ τὴν εἰς πᾶν ζῷον τῆς ψυχῆς μεταβολὴν μαθεῖν παρ’ Αἰγυπτίων.
τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον, ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται.
χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης.
τέλος. οὐ δεῖ δὴ λοιπὸν ἀλογίας ἡμῶν κατηγορεῖν, εἰ δὴ τοὺς τῶν σοφῶν Ἑλλήνων καὶ αὐτῶν γε τῶν παρ᾿ αὐτοῖς φιλοσόφων διδασκάλους, τοὺς βαρβάρους λέγω, πόθῳ τῆς ἀληθοῦς εὐσεβείας καὶ d αὐτοὶ μετήλθομεν, εἴ γε βάρβαροι Ἑβραῖοι.
τοὺς χρόνους, καθ᾿ οὓς ἤκμασαν Μωσῆς τε καὶ οἱ μετὰ Μωσέα προφῆται, εὖ ἂν ἔχοι διελθεῖν, ἐπεὶ καὶ τοῦτ᾿ ἂν εἴη ἕν τι τῶν μάλιστα συνεκτικωτάτων τῇ προκειμένῃ πραγματείᾳ, τὸ μέλλοντας τῶν παρὰ τοῖς ἀνδράσι λογίων ἐφάπτεσθαι προδιαλαβεῖν περὶ
τῆς ἀρχαιότητος αὐτῶν, ἵν᾿, εἰ φανεῖεν τοῖς Ἑβραίων προφήταις τε καὶ θεολόγοις οἱ παρ᾿ Ἕλλησιν ὁμοδοξοῦντες, μηκέτ᾿ ἀμφιβάλλοις τίνας ἦν εἰκὸς τὰ παρὰ τίνων ἀναλέξασθαι, πότερα τοὺς πρεσβυτέρους τὰ τῶν νέων, Ἑβραίους τε τὰ Ἑλλήνων, καὶ βαρβάρους
τὰ φιλοσόφων, ὧν οὐδὲ τῆς γλώσσης εἰκὸς 483 ἐπαΐειν· ἢ, ὅπερ καὶ μᾶλλον εἰκὸς, τοὺς νέους τὰ τῶν πρεσβυτέρων, καὶ τοὺς τὰ πλεῖστα τῶν ἐθνῶν περιειργασμένους Ἓλληνας καὶ τὰ Ἑβραίων μὴ ἀγνοῆσαι, ἀρχῆθεν ἐπὶ τὴν Ἑλλάδα φωνὴν μεταβεβλημένα.
b
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.