1 μόνοις προσέχειν τοῖς Ἕλλησι, καὶ παρὰ τούτων πυνθάνεσθαι b τὴν ἀλήθειαν, ἡμῖν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις 280 ἀπιστεῖν.
ἀλλὰ ἐξ αὐτῶν τὸ δίκαιον τῶν πραγμάτων λαμβάνειν. τὰ μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ἅπαντα νέα καὶ χθὲς καὶ πρώην, ὡς ἂν εἴποι τις, εὕροι γεγονότα· λέγω δὲ τὰς κτίσεις τῶν πόλεων καὶ τὰ περὶ τὰς ἐπινοίας τῶν τεχνῶν καὶ τὰ περὶ τὰς τῶν
νόμων ἀναγραφάς· πάντων δὲ νεωτάτη σχεδόν ἐστι παρ᾿ αὐτοῖς ἡ περὶ τοῦ συγγράφειν τὰς ἱστορίας ἐπιμέλεια. c
καὶ μονιμωτάτην ἔχειν τῆς μνήμης τὴν παράδοσιν.
δημοσίαις ἀναγραφαῖς ὑπὸ τῶν σοφωτάτων ἀεὶ καθιεροῦσθαι.
ἀναθήμασιν· ὅπου γε καὶ περὶ τῶν ἐπὶ Τροίαν τοσούτοις ἔτεσι στρατευσάντων ὕστερον πολλὴ γέγονεν ἀπορία καὶ ζήτησις εἰ γράμμασιν ἐχρῶντο· καὶ τἀλη- 478 θὲς ἐπικρατεῖ μᾶλλον περὶ τοῦ τὴν νῦν οὖσαν τῶν γραμμάτων χρῆσιν ἐκείνους ἀγνοεῖν.
φασιν οὐδὲ τοῦτον ἐν γράμμασι τὴν αὑτοῦ ποίησιν καταλιπεῖν, ἀλλὰ διαμνημονευομένην ἐκ τῶν γραμμάτων ὕστερον συντεθῆναι, καὶ διὰ τοῦτο πολλὰς ἐν αὐτῇ σχεῖν τὰς διαφωνίας,
b τοὺς περὶ Κάδμον τε τὸν Μιλήσιον καὶ τὸν Ἀργεῖον Ἀκουσίλαον καὶ μετὰ τοῦτον εἴ τινες ἄλλοι λέγονται γενέσθαι, βραχὺ τῆς Περσῶν ἐπὶ τὴν Ἑλλάδα στρατείας τῷ χρόνῳ προύλαβον.
φιλοσοφήσαντας, οἷον Φερεκύδην τὸν Σύριον καὶ Πυθαγόραν καὶ Θάλητα, πάντες συμφώνως ὁμολογοῦσιν Αἰγυπτίων καὶ Χαλδαίων γενομένους μα- c θητὰς ὀλίγα συγγράψαι· καὶ ταῦτα τοῖς Ἕλλησιν εἶναι δοκεῖ πάντων ἀρχαιότατα, καὶ μόλις αὐτὰ πιστεύουσιν
ὑπ᾿ ἐκείνων γεγράφθαι.”
μηδὲ ἓν εἰδότες βεβαίως συνέγραφον, ἀλλ᾿ ὡς ἕκαστοι περὶ τῶν πραγμάτων εἴκαζον;
ὅσα μὲν Ἑλλάνικος Ἀκουσιλάῳ περὶ τῶν d γενεαλογιῶν διαπεφώνηκεν, ὅσα δὲ διορθοῦται τὸν Ἡσίοδον Ἀκουσίλαος ’ ἢ τίνα τρόπον Ἔφορος μὲν d Ἑλλάνικον ἐν τοῖς πλείστοις ψευδόμενον ἐπιδείκνυσιν, Ἔφορον δὲ Τιμαῖος, καὶ Τιμαῖον οἶ μετ’ ἐκεῖνον γεγονότες , Ἡρόδοτον δὲ πάντες.
περὶ τῶν Σικελικῶν τοῖς περὶ Ἀντίοχον καὶ Φίλιστον 281 ἢ Καλλίαν Τιμαῖος συμφωνεῖν ἠξίωσεν, οὐδ’ αὖ περὶ τῶν Ἀττικῶν οἶ τὰς Ἀτθίδας συγγεγραφότες, ἢ περὶ τῶν Ἀργολικῶν οἶ τὰ περὶ Ἀργὸς ἱστοροῦντες ἀλλήλοις ἠκολουθήκασι.
κατὰ πόλεις, καὶ βραχυτέρων, ὅπου γε περὶ τῆς Περσικῆς στρατείας καὶ τῶν ἐν αὐτῇ πραχθέντων οἶ δοκμώτατοι διαπεφωνήκασι ; πολλὰ δὲ καὶ Θουκυδίδης 479 ὡς ψευδόμενος ὑπό τινων κατηγορεῖται, καίτοι δοκὼν ἀκριβεστάτην καθ’ ἑαυτὸν ἱστορίαν συγγράφειν.’’
ἐξ ἀρχῆς μὴ σπουδασθῆναι παρὰ τοῖς Ἕλλησι δημοσίᾳ γίνεσθαι τὰς περὶ τῶν ἑκάστοτε πραττομένων ἀναγραφὰς , τοῦτο μάλιστα δὴ καὶ τὴν πλάνην καὶ b τὴν ἐξουσίαν τοῦ ψεύδεσθαι τοῖς μετὰ ταῦτα βουληθεῖσι περὶ τῶν παλαιῶν τι γράφειν παρέσχεν.
οὐ γὰρ μόνον παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἠμελήθη τὰ περὶ τὰς ἀναγραφὰς, ἀλλ’ οὐδὲ παρ’ αὐτοῖς ’ Αθηναίοις, οὓς αὐτόχθονας εἶναι λέγουσι καὶ παιδείας ἐπιμελεῖς , οὐδὲν τοιοῦτον εὑρίσκεται γενόμενον· ἀλλὰ τῶν δημοσίων γραμμάτων ἀρχαιοτάτους εἶναί
φασι τοὺς ὑπὸ Δράκοντος αὐτοῖς περὶ τῶν φονικῶν γραφέντας νόμους , ὀλίγῳ πρότερον τῆς Πεισιστράτου τυραννίδος ἀνθρώπου γεγονότος.
ἔμελλε καὶ τοὺς ψευδομένους ἐλέγξειν, ἡ πολλὴ πρὸς ἀλλήλους ἐγένετο διαφωνία τοῖς συγγραφεῦσι.
ἐστιν ἀεὶ τὸ ἐπάγγελμα — λόγων δὲ δύναμιν ἐπεδείκνυντο· καὶ καθ᾿ ὅντινα τρόπον ἐν τούτῳ παρευδοκιμήσειν τοὺς ἄλλους ὑπελάμβανον, κατὰ τοῦτον ἡρμόζοντο, τινὲς μὲν ἐπὶ τὸ μυθολογεῖν τραπόμενοι, τινὲς δὲ πρὸς χάριν ἢ τὰς πόλεις ἢ τοὺς βασιλέας
ἐπαινοῦντες· ἄλλοι δὲ ἐπὶ τὸ κατηγορεῖν τῶν πράξεων ἢ τῶν γεγραφότων ἐχώρησαν, εὐδοκιμήσειν ἐν τούτῳ νομίζοντες.
ἅπαντες τὰ αὐτὰ καὶ λέγοιεν καὶ γράφοιεν· οἱ δὲ, εἰ μὴ τὰ αὐτὰ γράψειαν ἑτέροις, οὕτως ἐνόμιζον αὐτοὶ φαίνεσθαι πάντων ἀληθέστατοι.”
ἣν ἀπὸ τοῦ πρώτου τῆς συναχθείσης αὐτῷ Bιβλιοθήκης παραθήσομαι, οὕτως ἔχουσαν πρὸς λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.