τοῖς δ’ εἰρημένοις δοκῶ μοι εὖ ἔχειν ἐπισυνάψαι καὶ τὰ ἀπὸ τῆς Ἰωσήπου τοῦ Ἑβραίου γραφῆς, ἣν Περὶ τῆς Ἰουδαίων ἀρχαιότητος ἐν δυσὶν ἐπραγματεύσατο βιβλίοις, περὶ τοῦ νέους γεγονέναι τοὺς Ἕλληνας, καὶ παρὰ βαρβάρων ὠφελῆσθαι, διάφωνά
477 τε ἑαυτοῖς γεγραφέναι συμβαλεῖται γοῦν καὶ ταῦτα εἰς τὴν τῶν εἰρημένων ἀκριβῆ καὶ βεβαίαν πίστωσιν. ἄκουε τοίνυν οἶα καὶ οὗτος γράφει πρὸς λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.