ἔτος ζωῆς Ἁβραὰμ εὑρήσεις ἔτη φε΄. τοσαῦτα δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασιλείας τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος ἐπὶ Νίνον ἥξεις τὸν Ἀσσύριον, ὃν πρῶτόν φασιν ἁπάσης τῆς Ἀσίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νίνος ἐπώνυμος
πόλις, ἣ Νινευὶ παρ᾿ Ἑβραίοις ὠνόμασται, καθ᾿ ὃν Ζωροάστρης ὁ μάγος Βακτρίων ἐβασίλευσε. Νίνου δὲ γυνὴ καὶ διάδοχος τῆς βασιλείας Σεμίραμις· ὥστ᾿ εἶναι τὸν Ἁβραάμ κατὰ τούτους.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.