οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον
τῆς ἀγαθῆς· τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
γυναικὸς δ’ οὐδὲν χρῆμα ἀνὴρ ληίζεται
ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.
ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον οὕτως διανοοῦ.
τί δήποτε ὄλβῳ μὲν μὴ σαφεῖ βεβηκότες
οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;
εὐμετάβολός ἐστιν ἀνθρώπων βίος,
οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν
ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν
ἔμεινεν ἀτυχῶν.
ὦ πολύμοχθος βιοτὴ θνητοῖς,
ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι,
καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις,
καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς
εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς,
πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν
θανάτου πεμφθεῖσα τελευτή,
οὐκ ἔστι βίος ὃς οὐ χὶ κέκτηται κακά,
λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους.
τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς
ἀνέπαυσε ν τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.