ὣς οὐ κύντερον ἦν καὶ ῥίγιον ἄλλο γυναικός,
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός.
ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν,
μήτι τοι δρυτόμος περιγίνεται ἠὲ βίηφι.
ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα·
ἄλλα μὲν ἐν μελίῃσιν ἀποφθίνει, ἄλλα δὲ φύει·
ὣς δὲ καὶ ἀνθρώπων γενεὴν καὶ φῦλον ἑλίσσει,
φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη
τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη·
ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἣ δ’ ἀπολήγει.
οὐχ ὁσίη κταμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι,
οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ’ ἀνδράσιν,
φοβερὸν ἀνθρώποις τόδ’ αὖ,
κταμένοις ἐπ’ αἰζηοῖσι ν καυχᾶσθαι μέγα.
ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι· ἀντί νυ πολλῶν,
ἤμβλακον, καί πού τινα ἄλλον ἥδ’ ἄτη κιχήσατο·
ξυνὸς ἐνυάλιος, καί τε κτανέοντα κατέκτα,
† ἔρξω· ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποις ιν Ἄρης.
νίκης ἀνθρώποισι ν θεῶν ἐν † πείρᾳ κεῖται,
καὶ νέους θάρρυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα.
ἀνιπτόποδες, χαμαιεῦναι,
ἐν ἀστρώτῳ πέδῳ
εὕδουσι ν, πηγαῖς δ’ οὐχ ὑγραίνουσι ν πόδας.
ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις,
ἀλλὰ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις.
οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα —
καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν,
μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει,
οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον,
ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα.
οὐκ ἔστι ν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος,
πένητα φεύγοντα φεύγει πᾶς τις ἐκποδὼν φίλος.
ὦ θύγατερ, αἰαῖ τύχας· συνοικεῖς ὦν νέῳ γ’ ἔσσα παλαιτέρα,
ὃ μὲν γὰρ ἄλλην δῆτα λαμβάνει νεάνιδα,
ἃ δ’ ἄλλον δ’ ἄλλῃ δῆτα μαστεύει τινά,
κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν·?
ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν,
ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά.
κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει,
ἐχθρῶν δ’ ἄδωρα δῶρα καὶ οὐκ ὀνήσιμα.
τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται.
τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται.
ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων
σκληρὰς διαίτας οἱ γόνοι βελτίονες,
ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν·
ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο.
αἰδώς, ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν,
αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι·
καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
ἄπελθε· κινεῖς ὕπνον ἰητρὸν νόσου,
ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση,
ἅπαν τὸ χρηστὸν τὴν ἴσην ἔχει φύσιν,
τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει,
οὐκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη,
χρόνος δὲ δείξει σʼ· ᾧ τεκμηρίῳ μαθὼν
ἢ χρηστὸν ὄντα γνώσομαί σε ἤ τοι κακόν,
πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν
καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος.
Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα.
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις ἠδὲ τοκῆες;
ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα
πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας θ’ ὅρος;
τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;
οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτῷ
χρῆται ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν,
ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
πινόμενος κατὰ μέτρον, ὑπέρμετρος δὲ χερείων.
σοὶ δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
τέρπωνται,
γαστέρα δ’ οὔ πως ἔστιν ἀποπλῆσαι μεμαυῖαν,
οὐλομένην, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσιν,
νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τε ὀλουμένη
γαστήρ, ἀφ’ πάντα γίνεται κακά.
μετὰ μαινομένων φασὶ ν χρῆναι μαίνεσθαι πάντας ὁμοίως,
οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν·
καὶ συμμανῆναι δ’ ἔνια δεῖ.
ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται,
δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα.
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον
τῆς ἀγαθῆς· τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
γυναικὸς δ’ οὐδὲν χρῆμα ἀνὴρ ληίζεται
ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.
ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον οὕτως διανοοῦ.
τί δήποτε ὄλβῳ μὲν μὴ σαφεῖ βεβηκότες
οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;
εὐμετάβολός ἐστιν ἀνθρώπων βίος,
οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν
ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν
ἔμεινεν ἀτυχῶν.
ὦ πολύμοχθος βιοτὴ θνητοῖς,
ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι,
καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις,
καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς
εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς,
πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν
θανάτου πεμφθεῖσα τελευτή,
οὐκ ἔστι βίος ὃς οὐ χὶ κέκτηται κακά,
λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους.
τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς
ἀνέπαυσε ν τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί,
τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας.
παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν
πράσσοντα ς ἐν καιρῷ πολιοκρόταφον
γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ,
κεῖνος δ’ ἁπάντων ἐστὶ μακαριώτατος.
ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησε ν βίον.
οὔτοι χρήσιμόν ἐστι νέα γυνὴ ἀνδρὶ γέροντι·
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
Ἔρωτα γὰρ τὸν ἁβρὸν
μέλ πομαι βρύοντα μίτραις
πολυανθέμοις ἀείδειν·
ὅδε καὶ θεῶν δυνάστης,
ὅδε καὶ βροτοὺς δαμάζει,
Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται
οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω
ψυχὰς ταράσσει κἀπὶ πόντον ἔρχεται.
τί γὰρ
γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;
ἔστιν ὕδωρ ψυχῇ, θάνατος δ’ ὑδάτες ςιν ἀμοιβή,
ἐκ δὲ ὕδατος μὲν γαῖα, τὸ δ’ ἐκ γαίας πάλιν ὕδωρ·
ἐκ τοῦ δὴ ψυχὴ ὅλον αἰθέρα ἀλλάσσουσα·
τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
πῦρ καὶ ὕδωρ καὶ γαῖαν ἰδ’ αἰθέρος ἄπλετον ὕψος·
ἐκ γὰρ τῶν ὅσα τ’ ἦν ὅσα τ’ ἔσσεται ὅσσα τ’ ἔασιν.
ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνῄσκει νέος.
τεκμαιρόμεσθα τοῖς παροῦσι τὰ ἀφανῆ,
τὰ ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται,
χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἄ νσχετος ἄτη,
Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ·
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθες ςι λέληθεν
ψυδρὸς ἐών, δόλιον δ’ ἐν φρεσὶν ἦτορ ἔχει,
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσι,
καὶ γνῶναι πάντων τοῦτ’ ἀνιαρότερον,
ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦν,
τεκμήρια ἀνθρώποισιν ὤπασας σαφῆ,
ἀνδρῶν δὲ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
νήπιος ὃς πατέρα κτείνων παῖδας καταλείπει,
μητρός τε ἐν Ἅιδου καὶ πατρὸς τετευχότων,
οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἄν βλάστοι ποτέ,
δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ,
Πηλέα τὸν Αἰάκειον οἰκουρὸς μόνη
γερονταγωγῶ καὶ ἀναπαιδεύω πάλιν·
πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκων ἀνήρ,
τὴν μὲν παρασκευὴν ἴσως γινώσκετε,
ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες
αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε
ἔσσεσθ’, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
οὔτε κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
νῦν δ’, ἔμπης γὰρ κῆρες ἐφεστᾶσι ν θανάτοιο
μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι,
ἴομεν, εἴ κέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν,
ἐγγύας ἄτα ʼστι θυγάτηρ, ἐγγύα δὲ ζαμίας.
ὃς οἶδ’ ἰατρεύειν καλῶς,
πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν
τὴν γῆν τ’ ἰδόντα τὰς νόσους σκοπεῖν χρεών.
μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
τὸ γὰρ αὐτὸ νοεῖν ἐστί ν τε καὶ εἶναι.
ὁρῶσι πάντες πρῶτον, εἶτ’ ἐθαύμασαν,
ἔπειτ’ ἐπεθεώρησαν, εἷτ’ ἐς ἐλπίδα
ἐνέπεσον· οὕτω γίνεται ἐκ τούτων ἔρως.
ἀλλὰ τὸ Μοιράων νῆμ’ ἄλλυτον, οὐδέ ποτ’ ἔστιν
ἐκφυγέειν, ὁπόσοι γῆν ἐπιφερβόμεθα.
ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε
θάμνος τ’ οἰωνός τε καὶ εἰν ἁλὶ ἔλλοπος ἰχθύς,
θνῄσκει δὲ οὐδὲν τῶν γινομένων,
διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο 5
μορφὴν ἑτέραν ἐπέδειξεν.
κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος.
ἐπεὶ τά γ’ ἀρκοῦντα ἱκανὰ τοῖς γε σώφροσιν,
βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,
χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς,
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
κεῖτ’ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
ᾕρει πανδαμάτωρ,
ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔδειμαν
ἀθάνατοι, δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.