σοὶ δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
τέρπωνται,
γαστέρα δ’ οὔ πως ἔστιν ἀποπλῆσαι μεμαυῖαν,
οὐλομένην, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσιν,
νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τε ὀλουμένη
γαστήρ, ἀφ’ πάντα γίνεται κακά.
μετὰ μαινομένων φασὶ ν χρῆναι μαίνεσθαι πάντας ὁμοίως,
οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν·
καὶ συμμανῆναι δ’ ἔνια δεῖ.
ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται,
δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.