Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα.
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις ἠδὲ τοκῆες;
ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα
πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας θ’ ὅρος;
τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;
οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτῷ
χρῆται ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν,
ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
πινόμενος κατὰ μέτρον, ὑπέρμετρος δὲ χερείων.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.