ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
ἄπελθε· κινεῖς ὕπνον ἰητρὸν νόσου,
ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση,
ἅπαν τὸ χρηστὸν τὴν ἴσην ἔχει φύσιν,
τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει,
οὐκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη,
χρόνος δὲ δείξει σʼ· ᾧ τεκμηρίῳ μαθὼν
ἢ χρηστὸν ὄντα γνώσομαί σε ἤ τοι κακόν,
πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν
καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.