πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί,
τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας.
παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν
πράσσοντα ς ἐν καιρῷ πολιοκρόταφον
γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ,
κεῖνος δ’ ἁπάντων ἐστὶ μακαριώτατος.
ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησε ν βίον.
οὔτοι χρήσιμόν ἐστι νέα γυνὴ ἀνδρὶ γέροντι·
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
Ἔρωτα γὰρ τὸν ἁβρὸν
μέλ πομαι βρύοντα μίτραις
πολυανθέμοις ἀείδειν·
ὅδε καὶ θεῶν δυνάστης,
ὅδε καὶ βροτοὺς δαμάζει,
Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται
οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω
ψυχὰς ταράσσει κἀπὶ πόντον ἔρχεται.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.