μηδὲ βελόνης, ὦ φίλτατε,
ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς
δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις,
πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον,
τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν.
θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν,
μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ.
† βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς,
μη δὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα·
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.