οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε,
ἦν κεῖνος οὑνιαυτός, ᾧ τό τε πτηνὸν
καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως
ἐφθέγγετο ὡς ὁ πηλὸς ὁ Προμήθειος.
εἴ σε (ἔφη) ὁ Προμηθεὺς
ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας,
Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅτ τι τάχιστα
γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν
καὶ νόον.
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνῆς καὶ φιλότητος.
οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γιγνώσκειν σε δεῖ,
αὐτός ἐσθ’ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δὲ οὐδὲν θεός,
θεῷ δὲ δυνατὸν ἐκ μελαίνας
νυκτὸς ἀμίαντον ὄρσαι φάος,
κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν
ἁμέρας σέλας
ἐκ Διὸς ἀρχώμεσθα
τὸν οὐδέποτ’, ἄνδρες, ἐῶμεν
ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες·
τοῦ γὰρ καὶ γένος ἐσμέν,
ὁ δ’ ἤπιος ἀνθρώποισιν
δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργα ἀγείρει·
αὐτὰρ τάδε σήματ’ ἀν οὐρανῷ ἐστήριξεν,
ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν
ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν Ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύηται·
καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται·
χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ.
ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν
ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται.
πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ.
ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο.
ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ.
ἑβδόμη ἦν ἱερή.
ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα.
ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος.
ἑβδομάτῃ δ’ ἠοῖ καί οἱ τετύκοντο ἅπαντα.
ἑβδόμη εἰν ἀγαθοῖς ι καὶ ἑβδόμη ἐστὶ γενέθλη.
ἑβδόμη ἐν πρώτοισι ν καὶ ἑβδόμη ἐστὶ τελείη.
ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι
ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς.
τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
ὀφθαλμοῖς ιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
ἀλλ’ οὐδ’ ἀκτίνων κατεναντίον ἠελίοιο
ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες,
εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.
ἀλλ’ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς,
τὴν σφετέρην δὲ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε.
ἀλλ’ εἴ τοι χεῖρας γ’ εἶχον βόες ἠὲ λέοντες,
ὡς γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας
καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν
τοιαῦθ’ οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὁμοῖον.
οἳ μὲν ἀδμῆτες ἀεικελιᾶν
νούσων εἰσὶ ν καὶ ἄνατοι,
οὐδὲν ἀνθρώποις ἴκελοι·
τἀγαθὸν ἐρωτᾷς με οἷόν ἐστ’; ἄκουε δή·
τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές,
κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον,
αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον,
ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον,
ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον,
ἔντιμον, ὁμολογούμενον,
εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν,
χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον.
ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,
ὡς δὴ παρ’ ἐκείνης τευξόμενος καλοῦ τινος.
οὐδὲ γὰρ λάθρᾳ δοκῶ
φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον
σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν,
τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα,
οὐ χρυσόμορφος οὐδ’ ἐπημφιεσμένος
πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν
ὑπημβρύωσεν, ἀλλ’ ὁλοσχερὴς ἀνήρ.
ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη
ὁ μοιχός.
ὃ δ’ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν
πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος·
ὅλην δ’ ἐκείνην εὐφρόνην ἐθόρνυτο.
κλῦθί μοί, ὦ πάτερ, θαῦμα βροτῶν,
τᾶς ἀειζώου ψυχᾶς μεδέων.
πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν,
οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον.
αὐτὸς γὰρ πάντων
βασιλεὺς καὶ κοίρανός ἐστιν
ἀθανάτων· σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος.
εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστι ν θεός,
ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν
πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν.
θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι,
ἱδρυσάμεσθα πημάτων παραψυχὴν
θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων
ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους·
θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις
στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.
ὁρᾷς
τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα
καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς ἐν ἀγκάλαις;
τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ
ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα,
ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία
νύξ αἰολόχρως ἄκριτός τ’ ἄστρων
ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει.
Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ’ οὐρανός·
Ζεύς τοι τὰ πάντα χὥτι τῶνδε τοι ὑπέρτερον.
οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει,
εἰ μὲν δὴ οὔτις σε βιάζεται οἶον ἐόντα,
νοῦσον δ’ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι.
οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν.
υἱὲ Διὸς μεγάλοιο, πάτερ Διὸς αἰγιόχοι ο.
τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις,
αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με
ἔγνως ὡς θεός εἰμι.
ὁ βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυ·
ζῶμεν δὲ ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς·
ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει·
ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος·
ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς·
ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος,
ἐκδιδάσκων αἰεὶ αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον·
οὐ γὰρ ἄνθρωπος τέχναν εὗρ εν· ὁ δὲ θεὸς ταύταν φέρει.
ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπό γε τοῦ θείου λόγου.
εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε,
ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία
ἑτέρων τοιούτων, ἢ κατασκευάσματα,
χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς,
ἢ δἰ ἐλέφαντος ἢ σμαράγδου ζῴδια,
εὔνουν νομίζει τὸν θεὸν καθιστάναι,
πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει.
δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι,
μὴ παρθένους φθείροντα καὶ μοιχώμενον,
κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν·
μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, Πάμφίλε·
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
μηδὲ βελόνης, ὦ φίλτατε,
ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς
δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις,
πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον,
τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν.
θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν,
μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ.
† βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς,
μη δὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα·
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε,
τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ,
πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;
ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ.
καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν·
μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν.
εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησί) τῷ παντὶ χρόνῳ,
ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα·
μηδὲν πλανηθῇς· ἔστι καὶ ἐν Ἅιδου κρίσις·
ἥνπερ ποιήσει ὁ θεὸς ὁ πάντων δεσπότης,
οὗ τὸ ὄνομα φοβερὸν ἐστιν οὐδ’ ἂν ὀνομάσαιμι ἐγώ·
ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον
δίδωσιν. 2
Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ’ ἡμέραν
κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται,
ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. 3
Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν.
ἔστι ν γάρ, ἔστιν· εἰ δέ τις πράττει καλῶς,
κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω·
χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.
ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος,
ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ
χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ
ἅπαντα τἀπίγεια καὶ μετάρσια
φλέξει μανεῖσα.
ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν,
φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός,
γῆ δὲ ἑδράνων ἔρημος, οὐδ’ ἀὴρ ἔτι
πτερωτὰ φῦλα βαστάσει πυρουμένη,
κἄπειτα σώσει πάντα ἃ πρόσθ εν ἀπώλεσεν.
πάντας γὰρ κρύψας καὶ αὖθις φάος ἐς πολυγηθὲς
ἐξ ἱερῆς κραδίης ἀνενέγκατο, μέρμερα ῥέζων.
ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, ἔν τε τραπέζαις
ἐόντες ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς,
εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ’ ἐπίβαινε
ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα
ἀθάνατον.
εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν
Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης,
καὶ σφαίρης κίνημ’ ἀμφὶ χθόνα θ’ ὡς περιτέλλει
κυκλοτερὲς ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα,
πνεύματα δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα.
αὐτὸς δ’ αὖ μέγαν αὖτις ἐπ’ οὐρανὸν ἐστήρικται
χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δ’ ὑπὸ ποσσὶ βέβηκεν.
χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν ὠκεανοῖο
ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ
οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντῃ
αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ,
ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν.
ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ τε γυῖα
ἐν νόῳ. ἐξ ὑπάτου κραίνει,
αἰθέρος ἠδ’ Ἀίδου, πόντου γαίης τε τύραννε,
ὅς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο·
δαίμονες ὃν φρίσσουσι ν, θεῶν δὲ δέδοικεν ὅμιλος·
ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· 2
ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται·
ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις,
πρηστῆρσι σχίζων πλατὺν αἰθέρα· σὴ μὲν ἐν ἄστροις
τάξις, ἀναλλάκτοισιν ἐφημοσύναις ι τρέχουσα· 3
σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσι ν πολύμοχθοι
ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται·
σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισιν·
σὸς χειμὼν ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν·
σάς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας.
αὐτὸς δὲ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει
καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα
ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος,
σὺ δ’ ἔργα ἐπ’ ἀνθρώπων ὁρᾷς
λεωργὰ κἀθέμιστα.
χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο
πάντοθεν ἐκτέτακεν, γαίη δ’ ὑπὸ ποσσὶ βέβηκεν.
ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι·
οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός,
οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται
ὡς ἔτυχ εν ἑκάστῳ, προσαγορεύεται τύχη.
οὐδὲ θεοῖς,
αὐθαίρετα πάντα πέλονται,
νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν.
ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸν αἴθων,
ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται,
πῦρ καὶ ὕδωρ καὶ γαῖα,
τί θεός; ὅ τι τὸ πᾶν.
θεὸς ὁ πάντα τεύχων βροτοῖς.
τί ἔλπεαι σοφίαν; ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει.
τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον·
θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ,
μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων,
ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο.
πάντῃ δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι
οὐδέ ποτ’ ἦμαρ
παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ
στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται
εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου
ἀγαθός· κακὸν γὰρ δαίμονα οὐ νομιστέον
εἶναι, βίον βλάπτοντα χρηστόν.
ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν,
χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει
ὅμοιον σαυτῷ σάρκινον καθεστάναι.
οὐκ οἶσθα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται
ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ δὲ γνόφος·
καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής,
ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. 3
ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι,
καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα.
τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος
βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα,
ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου.
πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ.
οὐ δύναται Παλλὰς Δἴ Ὀλύμπιον ἐξιλάσασθαι,
λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ·
πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,
οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασιν
δείματι παλλόμενοι,
οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος,
πατέρα τοῦτον διὰ τέλους τίμα μόνον,
ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα.
Ὦ Τρῶες ἀρηίφιλοι,
Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται,
οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων·
ἀλλ’ ἐν μέσῳ κεῖται κιχεῖν
πᾶσιν ἀνθρώποισι Δίκαν ὁσίαν,
ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς θέμιδος·
ὀλβίων παῖδες οἵ νιν εὑρόντες σύνοικον.
πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν,
χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν
Μοῖραι ποτὶ κλίμακα σεμνὰν
ἆγον Ὀλύμπου λιπαρὰν καθ’ ὁδόν,
σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν·
ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὥρας.
ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ,
μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν
σκολιὰς ἀπάτας, ὧν ἀτηρὰ
γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν,
οὐδὲν γνώμης μετέχουσα.
εἴσῃ δ’ αἰθερίαν τε φύσιν τά τ’ ἐν αἰθέρι πάντα
σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο
λαμπάδος ἔργ’ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο,
ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης
καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα,
ἔνθεν μὲν γὰρ ἔφυ τε καὶ ὥς μιν ἄγουσα ἐπέδησεν Ἀνάγκη
πείρατ’ ἔχειν ἄστρων,
τὸ μὲν πάρεργον ἔργον ὣς ἡγούμενοι,
τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμενοι.
ὄλβιος,
ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον,
δειλὸς δ’ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.
πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.