οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε,
τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ,
πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;
ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ.
καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν·
μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν.
εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησί) τῷ παντὶ χρόνῳ,
ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα·
μηδὲν πλανηθῇς· ἔστι καὶ ἐν Ἅιδου κρίσις·
ἥνπερ ποιήσει ὁ θεὸς ὁ πάντων δεσπότης,
οὗ τὸ ὄνομα φοβερὸν ἐστιν οὐδ’ ἂν ὀνομάσαιμι ἐγώ·
ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον
δίδωσιν. 2
Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ’ ἡμέραν
κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται,
ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. 3
Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν.
ἔστι ν γάρ, ἔστιν· εἰ δέ τις πράττει καλῶς,
κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω·
χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.
ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος,
ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ
χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ
ἅπαντα τἀπίγεια καὶ μετάρσια
φλέξει μανεῖσα.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.