εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε,
ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία
ἑτέρων τοιούτων, ἢ κατασκευάσματα,
χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς,
ἢ δἰ ἐλέφαντος ἢ σμαράγδου ζῴδια,
εὔνουν νομίζει τὸν θεὸν καθιστάναι,
πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει.
δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι,
μὴ παρθένους φθείροντα καὶ μοιχώμενον,
κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν·
μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, Πάμφίλε·
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.