ὁ βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυ·
ζῶμεν δὲ ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς·
ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει·
ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος·
ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς·
ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος,
ἐκδιδάσκων αἰεὶ αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον·
οὐ γὰρ ἄνθρωπος τέχναν εὗρ εν· ὁ δὲ θεὸς ταύταν φέρει.
ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπό γε τοῦ θείου λόγου.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.