γῆμαι παραυτίκα ἐμποδίσας μοι, ἕπειτα δὲ ἡμέρας ὥρᾳ τρίτῃ ἐν θαλάσσῃ εἰρηκώς μοι· Ἰωνάννη, εἰ μὴ ἦς ἐμός, εἴασα ἄν σε γῆμαι· Ὁ πηρώσας με δύο ἕτη, πενθεῖν καὶ δέεσθαί σου παρασχύμενος· ὁ τῷ τρίτῳ ἔτει ἐπανοίξας μοι τοῦ 2 νοὸς τὰς ὄψεις καὶ τοὺς φαινομένους ὀφθαλμοὺς χαρισάμενός μοι· ὁ διαβλέψαντός μου καὶ τὸ ἀτενίσαι γυναικὶ ἐπαχθές μοι διαγράψας· ὁ τῆς προσκαίρου φαντασίας ῥυσάμενός με καὶ εἰς τὴν ἀεὶ μένουσαν ὁδηγήσας με· ὁ τῆς ἐν σαρκὶ ῥυπαρᾶς μαίας χαρίσας με· ὁ τοῦ πικροῦ θανάτου στερήσας
με, ἐπὶ δὲ σὲ καταστήσας με μόνον· ὁ τὴν ἀπό|κρυφον νόσον 3 τῆς ψυχῆς μου φιμώσας καὶ τὴν φανερὰν πρᾶξιν ἐκκόψας· ὁ θλίψας καὶ ἐξορίσας τὸν ἐν ἐμοὶ στασιάζοντα· ὁ ἄσπιλόν μου τὴν πρὸς σὲ φλίον καταστήσας· ὁ ἄθραυστόν μου τὴν πρὸς σὲ πορείαν καταρτίσας· ὁ ἀνενδοίαστόν μου τὴν εἰς σὲ
4 πίστιν δούς· ὁ καθαράν μου τὴν εἰς σὲ γνώμην ὑπογράψας· ὁ τῶν ἔργων ἑκάστῳ τὸν ἐπάξιον ἀποδιδοὺς μισθόν· ὁ ἐγκαταθέμενός μου τῇ ψυχῇ μηδὲν ἔχειν κτῆμα ἢ σὲ μόνον· τί γὰρ σοῦ τιμιώτερον; νῦν οὖν κύριε ὅτε ἣν ἐπιστεύθην oἰκονομίαν 5 6 παρὰ σοῦ ἐτέλεσα, καταξίωσόν με τῆς σῆς ἀναπαύσεως τὸ ἐν σοὶ τέλος χαριζόμενός μοι, ὅπερ ἐστὶν ἄρρητος καὶ ἄφθεγκτος σωτηρία.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.