σκότος· ἀτονησάτω χάος· μαρανθήτω κάμινος· σβεσθήτω γέεννα· ἀκολουθησάτωσαν ἄγγελοι, φοβηθήτωσαν δαίμονες· θραυσθήτωσαν ἄρχοντες, δυνάμεις πεσέτωσαν· δεξιοὶ τόποι στηκέτωσαν; ἀριστεροὶ μὴ μενέτωσαν· ὁ διάβολος φιμωθήτω, ὁ Σατανᾶς καταγελασθήτω· ὁ θυμὸς αὐτοῦ ἐκκαυθήτω· ἡ
μανία αὐτοῦ ἠρεμησάτω· ἡ τιμωρία αὐτοῦ ἀσχημονείτω· ἡ ὁρμὴ αὐτοῦ ὀδυνάσθω· τὰ τέκνα αὐτοῦ παταχθήτω καὶ ὅλη ἡ ῥίζα αὐτοῦ ἀπορρηθήτω. καὶ δός μοι τὴν πρὸς σὲ ὁδὸν ἀνύβριστον καὶ ἀνεπηρέαστον διανύσαι, ἀπολαμβάνοντα ἅπερ ὑπέσχου τοῖς καθαρῶς βιοῦσιν καὶ σὲ μόνον ἀγαπήσασιν. |
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.