κηρύξας· ὁ τὴν ἔρημον καὶ ἀγριωθεῖσαν ψυχὴν ἥμερον καὶ ἡσύχιον ποιήσας· ὁ διψώσῃ αὐτῇ τοὺς σοὺς λόγους ἑαυτὸν δούς· ὁ νεκρουμένῃ αὐτῇ ἐν τάχει ὀφθείς· ὁ βυθιζομένῃ αὐτῇ εἰς ἀνομίαν νόμος φανείς· ὁ νενικημένῃ αὐτῇ ὑπὸ τοῦ Σατανᾶ ἐμφανισθείς· ὁ νικήσας τὸν ἀντίδκον αὐτῆς | ἐπὶ σὲ
1 καταφυγούσης· ὁ δοὺς αὐτῇ τὴν σὴν χεῖρα καὶ ἀνεγείρας τῶν ἐν ᾅδου πραγμάτων· ὁ νὴ ἐάσας αὐτὴν ἐν σώματι πολιτεύεσθαι· ὁ δείξας αὐτῇ τὸν ἔδιον ἐχθρόν· ὁ τὴν ἐπὶ σὲ γνῶσιν 2 καθαρὰν πεποιημένος θεὲ Ἰησοῦ· ὁ τῶν ὑπερουρανίων πατήρ· ὁ τῶν ἐπουρανίων δεσπότης· ὁ τῶν αἰθερίων νόμος καὶ τῶν ἀερίων δρόμος· ὁ τῶν ἐπιγείων φύλαξ καὶ τῶν ὑπογείων φόβος καὶ τῶν ἰδίων χάρις· δέξαι καὶ τοῦ σοῦ Ἰωάννου τὴν
ψθχὴν τάχα ἠξιωμένην ὑπὸ σοῦ.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.