113 ὁ κἀμὲ φυλάξας μέχρι τῆς ἄρτι ὥρας καθαρὸν ἑαυτῷ καὶ ἀμιγῆ μίξεαως γυνακός· ὁ θέλοντί μοι ἐν νεότητι γῆμαι ἐπιφανεὶς καὶ εἰρηκώς μοι· Χρῄζω σου Ἰωάννη· Ὁ καὶ
1
ἀσθένειάν μοι σω|ματικὴν προοικονομήσας· ὁ τρίτον μου βουληθέντος
γῆμαι παραυτίκα ἐμποδίσας μοι, ἕπειτα δὲ ἡμέρας ὥρᾳ τρίτῃ ἐν θαλάσσῃ εἰρηκώς μοι· Ἰωνάννη, εἰ μὴ ἦς ἐμός, εἴασα ἄν σε γῆμαι· Ὁ πηρώσας με δύο ἕτη, πενθεῖν καὶ δέεσθαί σου παρασχύμενος· ὁ τῷ τρίτῳ ἔτει ἐπανοίξας μοι τοῦ
2
νοὸς τὰς ὄψεις καὶ τοὺς φαινομένους ὀφθαλμοὺς χαρισάμενός μοι· ὁ διαβλέψαντός μου καὶ τὸ ἀτενίσαι γυναικὶ ἐπαχθές μοι διαγράψας· ὁ τῆς προσκαίρου φαντασίας ῥυσάμενός με καὶ εἰς τὴν ἀεὶ μένουσαν ὁδηγήσας με· ὁ τῆς ἐν σαρκὶ ῥυπαρᾶς μαίας χαρίσας με· ὁ τοῦ πικροῦ θανάτου στερήσας
με, ἐπὶ δὲ σὲ καταστήσας με μόνον· ὁ τὴν ἀπό|κρυφον νόσον
3
τῆς ψυχῆς μου φιμώσας καὶ τὴν φανερὰν πρᾶξιν ἐκκόψας· ὁ θλίψας καὶ ἐξορίσας τὸν ἐν ἐμοὶ στασιάζοντα· ὁ ἄσπιλόν μου τὴν πρὸς σὲ φλίον καταστήσας· ὁ ἄθραυστόν μου τὴν πρὸς σὲ πορείαν καταρτίσας· ὁ ἀνενδοίαστόν μου τὴν εἰς σὲ
4
πίστιν δούς· ὁ καθαράν μου τὴν εἰς σὲ γνώμην ὑπογράψας· ὁ τῶν ἔργων ἑκάστῳ τὸν ἐπάξιον ἀποδιδοὺς μισθόν· ὁ ἐγκαταθέμενός μου τῇ ψυχῇ μηδὲν ἔχειν κτῆμα ἢ σὲ μόνον· τί γὰρ σοῦ τιμιώτερον; νῦν οὖν κύριε ὅτε ἣν ἐπιστεύθην oἰκονομίαν
5
6
παρὰ σοῦ ἐτέλεσα, καταξίωσόν με τῆς σῆς ἀναπαύσεως τὸ ἐν σοὶ τέλος χαριζόμενός μοι, ὅπερ ἐστὶν ἄρρητος καὶ ἄφθεγκτος σωτηρία.