106 (15 Τ) Συνῆν οὖν τοῖς ἀδελφοῖς ὁ Ἰωάννης ἀγαλλιώμενος
1
ἐν κυρίῳ. τῇ δὲ ἑξῆς κυριακῆς οὔσης καὶ τῶν ἀδελφῶν
2
πάντων συλλεγέντων ἤρξατο λέγειν αὐτοῖς· Ἀδελφοὶ καὶ σύνδουλοι
καὶ συγκληρονόμοι καὶ συμμέτοχοι τῆς τοῦ κυρίου βασιλείας, γινώσκετε τὸν κύριον πόσας δυνάμεις διʼ ἐμοῦ παρέσχεν ὑμῖν, πόσα τέρατα, ἰάσεις πόσας, πόσα σημεῖα, χαρίσματα οἷα, διδαχάς, κυβερ νήσεις, ἀναπαύσεις, διακονίας, γνώσεις,
3
4
5
δόξας, χάριτας, σωρεάς, πίστεις, κοινωνίας, ὅσα εἴδετε παῤ ὀφθαλμοῖς διδόμενα ὑμῖν ὑπʼ αὐτοῦ, μὴ φαινόμενα ὀφθαλμοῖς τούτοις μηδὲ ἀκοαῖς ταύτας ἀκουόμενα. στηρίζεσθε οὖν ἐν αὐτῷ μεμνημένοι αὐτοῦ ἐν πάσῃ ὑμῶν πράξει, ἐπιστάμενοι
τὸ γεγονὸς εἰς ἀνθρώπους τῆς οἰκονομίας μυστήριον τίνος ἕνεκεν πεπραγμάτευται ὁ κύριος. αὐτὸς δέεται ὑμῶν δι᾿ ἐμοῦ ἀδελφοὶ καὶ παρακαλεῖ, ἄλυπος θέλων μένειν, ἀνύβριστος, ἀνεπιβούλευτος, ἀκόλαστος· οἶδεν γὰρ καὶ ὕβρια τὴν ἐξ ὑμῶν, οἶδεν καὶ ἀτιμίαν, οἶδεν καὶ ἐπιβουλήν, οἶδεν καὶ κόλασιν
παρακουόντων αὐτοῦ τῶν ἐντολῶν.