107 (16) μὴ οὖν λυπείσθω ὁ ἀγαθὸς ἡμῶν θεός, ὁ εὔσπλαγχνος,
1
2
ὁ ἐλεήμων, ὁ ἅγιος, ὁ καθαρός, ὁ ἀμίαντος, ὁ ἄυλος, ὁ μόνος, ὁ εἷς, ὁ | ἀμετάβολος, ὁ εἰλικρινής, ὁ ἄδολος,
3
ὁ ἀόργητος, ὁ πάσης λεγομένης ἢ νοουμένης ἡμῖν προσηγορίας ἀνώτερος καὶ ὑψηλότερος θεὸς ἡμῶν Ἰησοῦς Χριστός· εὐφραινέσθω σὺν ἡμῖν καλῶς ἡμῶν πολιτευομένων, χαιρέτω
καθαρῶς βιούντων ἡμῶν, ἀναπαυέσθω σεμνῶς ἡμῶν ἀναστρεφομένων· ἀμερινείτω ἐγκρατῶς ἡμῶν βιούντων, ἡδέσθω κοινωνούντων ἡμῶν, μειδιάτω σωφρονούντων ἡμῶν, εὐωχείσθω φιλούντων ἡμῶν αὐτόν. ταῦτα ὑμῖν ἀδελφοὶ ὁμιλῶ νῦν ἐπειγόμενος πρὸς τὸ προκείμενόν μοι ἔργον ἤδη τελειούμενον ὑπὸ
4
τοῦ κυρίου. τί γὰρ ἕτερον ἔχοιμι πρὸς ὑμᾶς εἰπεῖν; ἔχετε τοῦ θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθωσύνης
5
6
7
8
αὐτοῦ· ἔχετε τὴν ἀπαραίτητον αὐτοῦ παρουσίαν.
9
εἰ μὲν οὖν μηκέτι ἁμαρτάνετε, ἃ ἐν ἀγνοίᾳ ἐπράξατε ἀφίησιν ὑμῖν· εἰ δὲ καὶ αὐτὸν ἐγνωκότες καὶ ὑπʼ αὐτοῦ ἐλεηθέντες ἐν τοῖς ὁμοίοις πάλιν ἀναστρέφεσθε, καὶ τὰ πρότερα ὑμῖν λογισθήσεται
καὶ οὐχ ἕξετε μέρος ἢ ἔλεο, ἐνώπιον αὐτοῦ.