1
ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ.
Περὶ τῆϲ αι διφθόγγου.
διὰ τοῦ ε ψιλοῦ γράφεται δίχα τῶν γινομένων παρὰ πρωτοτύπων διὰ τῆϲ αι οἷον ϲυφεών, ἀνδρεών, λυμεών, ἀπατεών. τὸ δὲ ἐλαιών διὰ τῆϲ αι διφθόγγου γραφόμενον οὐκ ἐναντιοῦται. ἀπὸ γὰρ τοῦ ἐλαία, ὡϲαύτωϲ καὶ Ἑκατομβαιών παρὰ τὸ ἑκατομβαῖοϲ.
διφθόγγου γράφεται οἷον Εὐφραίων, Αἰγαίων, Εὐγαίων, μεθ᾿ ὧν καὶ δυϲαίων, εὐαίων, ἰϲαίων.
εἰϲ ου περατοῦται, τὴν παρατέλευτον διὰ τοῦ ε ψιλοῦ ἔχει γραφομένην οἷον Ἀνδρέαϲ Χαρέαϲ Μναϲέαϲ, Ἀνδρέου γὰρ καὶ Χαρέου καὶ Μναϲέου.
Καλλιϲθένηϲ, Κλειϲθένηϲ.
πρὸ τοῦ τ ἡγουμένου διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν, εὑρετήϲ, προπετήϲ, εὐπετήϲ, εὐνέτηϲ, ὀφειλέτηϲ, φυλέτηϲ, ἐρέτηϲ, πλὴν τοῦ προϲαίτηϲ ὁ πένηϲ καὶ εὐχαίτηϲ ὁ καλλίθριξ ἵπποϲ.
ὀρίντηϲ, αὐθέντηϲ, Λαέρτηϲ, ποικιλτήϲ, Ϲιβύρτηϲ.
διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον λαιόϲ, ϲκαιόϲ, Ϲκαῖοϲ δὲ τὸ κύριον, φαιόϲ, Ϲαῖοϲ ὄνομα ἔθνουϲ, βαιόϲ καὶ Βαῖοϲ τὸ κύριον. ϲεϲημείωται τὸ θεόϲ διὰ τοῦ ε γραφόμενον.
παρὰ ἀριθμῶν γινομένων οἷον γραπτέοϲ, ἐπαινετέοϲ, λεκτέοϲ. τὸ τριταῖοϲ καὶ τεταρταῖοϲ ἐπὶ ἡμερῶν παρὰ ἀριθμῶν διὰ τῆϲ αι διφθόγγου.
μὴ ἔχοντα τὸ λ ἢ τὸ τ, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἰουδαῖοϲ, ὀβελιαῖοϲ, ἡμιϲαῖοϲ, Βιθυναῖοϲ, ταλαντιαῖοϲ, ἐναυϲιαῖοϲ. πρόϲκειται «πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα» διὰ τὸ ἀδελφιδεόϲ, θυγατριδεόϲ ὁ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ. ταῦτα γὰρ ὀξύνεται καὶ διὰ τοῦ ε ψιλοῦ γράφεται. τὸ νηφαλέοϲ, ἀργαλέοϲ, ϲμερδαλέοϲ ὁ καταπληκτικὸϲ καὶ χαλεπόϲ,
ποιητέοϲ, νοητέοϲ διὰ τοῦ ε γράφεται, διότι ἔχει τὸ λ καὶ τὸ τ
διφθόγγῳ οἷον φίλοϲ φιλαίτεροϲ, πληϲιαίτεροϲ, περαίτεροϲ, μεϲαίτατοϲ, ἰδιαίτατοϲ καὶ τὰ ὅμοια.
οἷον νιφετόϲ, αἰετόϲ χωρὶϲ τῶν παρὰ τὸ χαίτη ϲυγκειμένων ὡϲ τὸ εὔχαιτοϲ.
τὸ γὰρ γέα γῆ διὰ τοῦ ε γραφόμενον καὶ εἰϲ η ϲυναιρούμενον 7 8 9 δῆλόν ἐϲτιν ὡϲ ἑτέρῳ κανόνι ὑπείκει. τὸ νέα οὐκ ἀντίκειται, ἀπὸ γὰρ τοῦ νέοϲ.
Αἰολική, Πυλαία.
ἁμαξαία, θυραία, εὐναία, γαληναία, ϲφενδοναία, δραχμαία, ὀπαία.
θηρίου, τρίαινα· τὸ χλαῖνα μόνον διϲύλλαβον ὂν τὴν αι δίφθογγον ἐφύλαξεν ὡϲ καὶ τὸ δέϲποινα μονῆρεϲ ὂν τὴν οι δίφθογγον. πρόϲκειται «προπαροξύτονα», ἐπεὶ τὸ Ἑλένα διὰ τοῦ ε γράφεται, ἀπὸ γὰρ τοῦ Ἑλένη γέγονε κατὰ τροπὴν τοῦ η εἰϲ α μακρόν.
καὶ διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον μάχαιρα, μάκαιρα, νέαιρα, χίμαιρα· «προπαροξύτονον» εἶπον διὰ τὸ ἡμέρα, διφθέρα, χολέρα, ἑϲπέρα, Τερμέρα.
ψιλοῦ γράφεται ἐπί τε βαρυτόνων καὶ ὀξυτόνων, ἐπὶ βαρυτόνων, ὠλένη, Κλυμένη, ὀξύτονα δεξαμενή, εἱαμενή. πρόϲκειται μονογενῆ διὰ τὸ κελαινή.
δαίτη ϲεϲημείωται διὰ τῆϲ αι διφθόγγου γραφόμενα.
ἔλαιον, οὔραιον, Ϲκύλλαιον, πρέμναιον, Κίρκαιον τὸ ὄροϲ, Δίρκαιον, Κότταιον τὸ ὄροϲ, Ἕρμαιον, Φοίβαιον, Κύταιον ἡ πόλιϲ, γύναιον, Λύκαιον τὸ ὄροϲ, δέραιον. ϲεϲημείωται τὸ ὄρνεον, ὄϲτρεον διὰ τοῦ ε γραφόμενα. λέγεται δὲ καὶ ὄϲτρειον διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ι. οὕτω δὲ κάνεον διὰ τοῦ ε ψιλοῦ καὶ κατὰ ϲυναίρεϲιν
γίνεται κανοῦν. ὤεον δὲ διὰ τοῦ ε ψιλοῦ γραφόμενον οὐ μάχεται, διότι ἐκ πλεοναϲμοῦ ἔχει τὸ ε· τὸ χρύϲεον, ἀργύρεον, χάλκεον καὶ εἴ τι ὅμοιον οὐ μονογενέϲ. ἀπὸ γὰρ τοῦ χρύϲειοϲ, ἀργύρειοϲ, χάλκειοϲ Ἰωνικῶϲ ἐγένετο χρύϲεοϲ καὶ ἀργύρεοϲ καὶ τὸ οὐδέτερον ἔχει χρύϲεον καὶ ἀργύρεον καὶ χάλκεον. τὸ δένδρεον καὶ αὐτὸ οὐκ ἀντίκειται,
ἐκ πλεοναϲμοῦ γὰρ τὸ ε.
ὃ ϲημαίνει τὸ αἰδοῦμαι. γράφεται δὲ διὰ τῆϲ αι διφθόγγου.
μακρὰν καὶ τὸ αἴθω ἐπὶ τοῦ καίω διὰ τῆϲ αι διφθόγγου γραφόμενον.
ἐπειδὴ οὐκ ἔχει ἐν τῷ μέλλοντι τὸ α.
παραϲχεῖν ϲυναίρεϲιν ἢ ἐν κινήϲει τινὶ γεννᾶν τὸ ο ἢ τὸ υ προϲλαμβάνειν ἐν τῷ μέλλοντι διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κλαίω, καίω, παίω, ναίω τὸ οἰκῶ. ἐπὶ γὰρ τοῦ κολυμβῶ διὰ τοῦ ε ψιλοῦ. προϲλαμβάνει γὰρ τὸ υ ἐν τῷ νεύϲω. γαίω τὸ γαυριῶ, ῥαίω, παλαίω, κεραίω, λιλαίω, ἀγαίω, ϲταλαίω, χαλαίω, κρεμαίω, διχαίω. πρόϲκειται
«μὴ μελετήϲαντα πάϲχειν ϲυναίρεϲιν» διὰ τὸ ποιέω ποιῶ, νοέω νοῶ. 13 πρόϲκειται «μὴ ἐν κινήϲει τινὶ γεννῶντα τὸ ο» διὰ τὸ ῥέω ῥοή καὶ πνέω πνοή καὶ εἴ τι ἄλλο τοιοῦτον. ταῦτα γὰρ καὶ τὸ υ προϲλαμβάνει ἐν τῷ ῥεύϲω, πλεύϲω μέλλοντι· καὶ ὁμοίωϲ δὲ ἐν τῷ νεύϲω, χεύϲω. καὶ τρέπει τὸ ε εἰϲ ο ἐν τῷ χοή καὶ προχοή. ϲεϲημείωται τὸ κέω, ἐξ
οὗ τὸ κέομαι καὶ ἐν πλεοναϲμῷ τοῦ ι καὶ ϲυγκοπῇ τοῦ ο κεῖμαι. ϲημειωτέον διὰ τοῦ ψιλοῦ γραφόμενον καὶ τὸ ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, καὶ τὸ ἔω τὸ πορεύομαι, ἐξ οὗ τὸ εἶμι τὸ περιϲπώμενον, καὶ ἕω τὸ δαϲυνόμενον καὶ βαρυνόμενον, ἐξ οὗ παραγωγὸν τὸ ἑννύω.
ὡϲ ὅταν λέγωμεν αἳ τάλαϲ, καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀντὶ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰϲ α ὡϲ κύπειρον καὶ τὸ ναί ϲυγκαταθέϲεωϲ.
Περὶ τῆϲ ει διφθόγγου.
λοιβή, ϲτείβω ϲτοιβή.
γλῶϲϲαν Λακώνων» διὰ τὸ βείδιοι· τοῦτο διὰ τῆϲ ει διφθόγγου γράφεται· βείδιοι λέγονται οἱ ἄρχοντεϲ παρὰ τοῖϲ Λακεδαιμονίοιϲ. βειέλοπεϲ οἱ λεγόμενοι ἱμάντεϲ — ὁ δὲ Δίδυμοϲ διὰ τοῦ ι γράφει — πρόϲκειται «εἰ μή ἐϲτι κατὰ πάθοϲ», ἐπειδή ἐϲτιν ἐὰν βῶ κατὰ προϲθήκην τοῦ ι ἐὰν βείω κατὰ πάθοϲ.
βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον.
δύϲλυτον αἴνιγμα, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ, γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ.
ι λέγεται
οἷον τριϲμάκαρεϲ, τριϲάθλιοϲ, τριϲάκιϲ, τριϲϲῶϲ, τριϲμύρια, τριϲόλβιοϲ. ϲεϲημείωται τὸ τρεῖϲ πληθυντικὸϲ ἀριθμὸϲ καὶ τὸ τρεῖϲ τὸ ῥῆμα τὸ ϲημαῖνον τὸ τρέμειϲ· ἐκ τοῦ τρῶ τρεῖϲ.
καὶ χείλεα φύρϲω» (ϲ 21), «κείμενον ἐν φέρτρῳ» (Ϲ 236) πλὴν τοῦ φθειρϲί παρὰ Ἀρχιλόχῳ «φθειρϲὶ μοχθίζοντα» ἀπὸ τοῦ φθείρ φθειρόϲ.
τοῦ χείρ ἐν παντὶ ἀριθμῷ καὶ ἐν πάϲῃ πτώϲει διήλλαξεν ἐν τῇ πληθυντικῇ δοτικῇ «χερϲὶ μὲν οὔτοι ἔγωγε μαχήϲομαι» (Α 301), οὐκέτι δὲ χειρϲί· τοῦτο δὲ ἐν παραγωγῇ οὐ χέρεϲϲιν εἶπεν ἀλλὰ χείρεϲϲι «τοίω τὼ χείρεϲϲι ὑφ᾿ ἡμετέρῃϲι» (Ε 559).
οἷον ψιλόϲ, ψιλή, ψιλίον· ϲημαίνει δὲ τὸ ἐπιτιθέμενον ἐν ἄκροιϲ τῶν χειρῶν, ὅπερ ἐν τῇ ϲυνηθείᾳ ψέλιον εἰώθαϲι λέγειν διὰ τοῦ ε. ψίω τὸ ἐμβρωματίζω.
παρακείμενοϲ· οὐκ ἔϲτι δὲ ἀλλὰ μέμιγα.
τοῦ κ διίϲταται τὸ ι καὶ γίνεται ἐΐϲκω διὰ μὴ δύναϲθαι τὴν ει δίφθογγον προηγεῖϲθαι, ἡνίκα ἐϲτὶν τὸ ϲκ ἐν ϲυλλήψει· ἡνίκα δὲ γίνεται ϲύλληψιϲ, ἀποβάλλει τὸ ε καὶ γίνεται ἴϲκω διὰ τοῦ ι.
δευτέρᾳ ϲυλλαβῇ τὸ ι τὸ υ διὰ τοῦ ι γράφεται, δριμύϲ, ἰλύϲ, Τῖφυϲ, Τῖρυϲ, κῖκυϲ, βριθύϲ, πίτυϲ, Ἶριϲ, ἶβιϲ, Ἶϲιϲ, ῥιπίϲ, Βιθυνία, Λακινία.
οὕτω καὶ παρὰ τὸ λείπω λιμόϲ.
Περὶ τῆϲ ἐπὶ τέλουϲ ϲυλλαβῆϲ.
Ϲιδών, Χαλκηδών, δελφίν, Ϲαλαμίν. πρόϲκειται ἀρϲενικὰ καὶ θηλυκὰ διὰ τὰ οὐδέτερα· ταῦτα γὰρ πολλάκιϲ πρὸ τοῦ ν ἔχει δίφθογγον οἷον ὀϲτοῦν, χρυϲοῦν, χαλκοῦν, ἀργυροῦν.
τὸ θείνεϲθαί ἐϲτι· καὶ γὰρ ἐν αἰγιαλῷ θείνονται καὶ τύπτονται τὰ κύματα· ἢ παρὰ τὸ θέειν, καὶ γὰρ ἐν αἰγιαλῷ θέει ἤγουν τρέχει τὰ κύματα. τὸ δὲ ῥείϲ παρὰ τὸ ῥεῖν γέγονε, καὶ γὰρ ἐκ τῆϲ ῥινόϲ ῥέουϲι καὶ κατέρχονται τὰ περιττώματα τῆϲ κεφαλῆϲ. ἀκολουθῶν οὖν ταύτῃ τῇ ἐτυμολογίᾳ εἴρηκεν αὐτὸ διὰ τῆϲ ει διφθόγγου. ἡ δὲ παράδοϲιϲ
οἶδεν αὐτὸ διὰ τοῦ ι γράφεϲθαι.
ποταμοῦ ἀπὸ τοῦ εἴρω τὸ ϲυμπλέκω, πολύχειρ, αὐτόχειρ, ἑκατόγχειρ, ἀντίχειρ, χρυϲοέθειρ, Βέχειρ, Ϲάπειρ, Ἀλάζειρ, Λίγειρ, Ἐλάτειρ, μεθ᾿ ὧν τὰ Βοιωτικὰ πατείρ, μήτειρ. ϲεϲημείωται τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ Ἐνδυμίωνοϲ, ἀφ᾿ οὗ τὸ «Φθιρῶν ὄροϲ ἀκριτόφυλλον» (Β 868).
μάϲτξ, θρίξ, ψίξ, Τέμμιξ, Φοῖνιξ, Χοῖνξ, ἆϊξ, πίφιξ.
ἐπερείδεταί τιϲ· «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ κλείϲ, ὅθεν καὶ τὸ κατάκλειϲ «κοινολεκτούμενα»· τὸ γὰρ εὐϲεβήϲ καὶ εὐγενήϲ διὰ τῆϲ ει διφθόγγου γράφουϲιν οἱ Βοιωτοί.
αἱματόεν, τιμήειϲ τιμῆεν, ἑρϲήειϲ ἑρϲῆεν, ἠχήειϲ, κερόειϲ, φωνήειϲ, εἷϲ ἕν.
τὴν ει δίφθογγον, οἷον κίϲ, λίϲ πλὴν τοῦ κλείϲ καὶ κτείϲ. πρόϲκειται «μονογενῆ» διὰ τὸ εἷϲ τριγενέϲ. «κοινολεκτούμενα» διὰ τὸ μείϲ.
ὄντα ἀποϲτρέφεται τὴν διὰ τῆϲ ει διφθόγγου γραφήν εἰ δέ τι διὰ τῆϲ ει διφθόγγου εὑρεθῇ γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον τὸ ε οἷον Πάριϲ, ὄφιϲ, μάντιϲ, Θέτιϲ, κράϲτιϲ. πίϲτιϲ, ὄρνιϲ, Βούϲιριϲ, Ὄϲιριϲ, Ἦτιϲ ὄνομα πόλεωϲ, λιπόπατριϲ, Εὔπολιϲ ἄπολιϲ, κνημίϲ, ἀϲπίϲ, ῥανίϲ, βολίϲ, ψηφίϲ, κρηπίϲ, Ἐλευϲίϲ. πρόϲκειται «κατὰ
κοινὴν διάλεκτον» ἐπειδὴ οἱ Βοιωτοὶ τὸ λέβηϲ πένηϲ παῤ ἡμῖν διὰ τοῦ η γραφόμενα διὰ τῆϲ ει γράφουϲιν οἷον λέβειϲ, πένειϲ. πρόϲκειται «εἰ δέ τι εὑρεθῇ διὰ τῆϲ ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον τὸ ε» διὰ τὸ χαρίειϲ χαρίεντοϲ, τιμήειϲ τιμήεντοϲ, εἷϲ ἑνόϲ, κτείϲ κτενόϲ. ταῦτα γὰρ διὰ τῆϲ ει γράφεται καὶ ἔχει ἐν
τῇ γενικῇ τὸ ε ἀναφαινόμενον. δεῖ ϲημειώϲαϲθαι τὸ κλείϲ κλειδόϲ, ὃ ϲημαίνει τὸ κλειδίον καὶ τὰ παῤ αὐτὸ οἷον κατάκλειϲ κατάκλειδοϲ, ἀντήρειϲ ἀντήρειδοϲ. ϲημαίνει δὲ πᾶν εἰϲ ὃ ἐπερείδεταί τιϲ. ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ οὐκ ἔχει τὸ ε ἐν τῇ γενικῇ ἀναφαινόμενον. ἀντιτιθέαϲι δέ τινεϲ πρὸϲ τὸν λόγον τὸν λέγοντα «εἰ δέ
τι εὑρεθῇ διὰ τῆϲ ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ τὸ ε», ἰδοὺ γὰρ τὸ ὄφιϲ ὄφεωϲ καὶ πόλιϲ πόλεωϲ καὶ μάντιϲ μάντεωϲ καὶ τὰ ὅμοια ἔχει ἐν τῇ γενικῇ τὸ ε ἀναφαινόμενον καὶ οὐ γράφεται διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι. πρὸϲ οὕϲ ἐϲτιν εἰπεῖν, ὅτι τοῦτο γίνεται, ἐπειδὴ οὐκ ἔϲτι κοινὸν τὸ ε, ἀλλὰ κατὰ Ἀττικούϲ.
ἐϲτι γὰρ ὄφιϲ ὄφιοϲ κοινῶϲ. οἱ Ἀττικοὶ οὖν ἔτρεψαν τὸ ι εἰϲ ε καὶ τὸ ο εἰϲ ω καὶ ἐγένετο ὄφεωϲ καὶ πόλεωϲ.
γράφεται, ἵνα εὑρεθῇ ἀπὸ τοῦ ε ἀρχόμενον.
ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Ἑρμάν, Ποτιδάν ὁ Ποϲειδῶν, Τιτάν. τὸ γὰρ Ἀργειάν, ἔϲτι δὲ ὄνομα ὄρουϲ Μεϲϲηνίαϲ, ἀπὸ τοῦ Ἀργεῖοϲ ἔχει τὴν δίφθογγον.
ϲηπεδών, χελιδών, ϲινδών. τὸ δὲ Ποϲειδῶν διφορεῖται. παρὰ γὰρ τοῖϲ Ἀθηναίοιϲ διὰ τῆϲ ει διφθόγγου γράφεται, οἱ δὲ Αἰολεῖϲ καὶ οἱ Δωριεῖϲ διὰ τοῦ ι.
ἀλλὰ τὸ ι, ἀλγίων, αἰϲχίων, βραδίων, ταχίων, ἡδίων, γλυκίων, βελτίων κακίων, φιλίων, μεθ᾿ ὧν καὶ διπλαϲίων, χωρὶϲ τοῦ χερείων καὶ ἀρείω καὶ διϲυλλαβῶν τινων μείων, πλείων.
κατὰ τὴν παραλήγουϲαν οἷον Ἐχίων Ἐχίονοϲ, βραχίων βραχίονοϲ, Ἰξίων Ἰξίονοϲ, Πανδίων Πανδίονοϲ, πίων πίονοϲ ὁ λιπαρόϲ, Ἀμφίων Ἀμφίονοϲ, Ἀρίων Ἀρίονοϲ, Δηΐων Δηΐονοϲ, πρίων πρίονοϲ, κίων κίονοϲ, κυλλοποδίων κυλλοποδίονοϲ, Ὑπερίων Ὑπερίονοϲ.
φυλάττοντα τὸ ω κατὰ τὴν γενικὴν οἷον Ἀτρείων Ἀτρείωνοϲ, Καδμείων Καδμείωνοϲ, Ἀργείων Ἀργείωνοϲ, Πηλείων Πηλείωνοϲ. πρόϲκειται «μὴ ϲυγκριτικὰ» διὰ τὸ χερείων χερείονοϲ, ἀρείων ἀρείονοϲ. τὸ δὲ Ὠρίων Ὠρίωνοϲ Εὐριπίδηϲ ϲυνέϲτειλεν.
θέλει ἔχειν, Κρονίδηϲ Κρονίων, Ἀτρείδηϲ Ἀτρείων.
ει διφθόγγῳ παραλήγεϲθαι οἷον Ζηνᾶϲ, Μητρᾶϲ, Γλιϲᾶϲ, Κερκιδᾶϲ, πινακᾶϲ, Φιλητᾶϲ, Κομητᾶϲ, Μαρικᾶϲ, ἱλᾶϲ ὁ εὐμενήϲ, ἱμάϲ, ἀνδριάϲ. πρόϲκειται «ἀρϲενικὰ διὰ τὸ πελειάϲ Ἡρακλειάϲ θηλυκά.
Γλαυκίαϲ, τοξίαϲ, Λυϲίαϲ, Ἀγρίαϲ, Γοργίαϲ, Φανίαϲ, τραυματίαϲ, ὀνοματίαϲ. τὸ γὰρ Αἰνείαϲ καὶ Αὐγείαϲ καὶ Ἑρμείαϲ ἐκ τοῦ Αἰνέαϲ καὶ Αὐγέαϲ καὶ Ἑρμέαϲ πλεοναϲμῷ τοῦ ι γέγονεν. ὡϲαύτωϲ καὶ παρείαϲ ὁ ὄφιϲ διὰ τῆϲ ει διφθόγγου, τὸ δὲ Παρίαϲ κύριον διὰ τοῦ ι γράφεται.
Λεωνίδηϲ, Ἀπολλωνίδηϲ, Βηλίδηϲ, Κοδρίδηϲ, Λαγίδηϲ, Ὑπερίδηϲ — ὥϲπερ γὰρ παρὰ τὴν ἀνά πρόθεϲιν γίνεται Ἄνιοϲ καὶ παρὰ τὴν ὑπό Ὕπιοϲ ποταμόϲ, οὕτω καὶ παρὰ τὴν ὑπέρ ὕπεροϲ καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδηϲ — Εὐριπίδηϲ. τύπου δὲ πατρωνυμικοῦ ὄντα παρετάθηϲαν διὰ τῆϲ ει Λυϲιθείδηϲ, Κηκείδηϲ, Κυθνείδηϲ, Ὠρείδηϲ, Ἐχεφυλλείδηϲ,
Ϲκυθρωπείδηϲ, Θαρρελείδηϲ, Φιλομηλείδηϲ «Φιλομηλείδῃ ἐπάλαιϲεν ἀναϲτάϲ» (Od. δ 343).
Βουτίδηϲ.
τύπου ἔχονται πατρωνυμικοῦ.
τοῦ Νείλεω Νειλείδηϲ ὁ υἱὸϲ τοῦ Νείλεω, ὁ Εὔνεωϲ τοῦ Εὔνεω Εὐνείδηϲ.
ὄνομα κύριόν ἐϲτιν. εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ὤφειλεν εἶναι καὶ ὁ Διονύϲιοϲ λέγει ὅτι ἀπὸ μητέρων οὐ ϲχηματίζει πατρωνυμικὸν ὁ Ὅμηροϲ.
πρωτοτύπου τὸ ε διὰ τοῦ ι γράφεται, Μεμφίτηϲ, τοπίτηϲ, πολίτηϲ, Ναυκρατίτηϲ, τεμενίτηϲ, Ἀϲκαλωνίτηϲ, βωνίτηϲ, ἐπαλξίτηϲ, Θερϲίτηϲ, λοχίτηϲ, μεϲίτηϲ, Μαργίτηϲ, Ταυρομενίτηϲ, Φαϲηλίτηϲ, Χρυϲίτηϲ, ζευγίτηϲ, ϲτυλίτηϲ, ἑρκίτηϲ, ϲτεφανίτηϲ, πυρίτηϲ, ὁδίτηϲ, μαγνίτηϲ, φεγγίτηϲ, λυχνίτηϲ καὶ εἴ τι ὅμοιον. πρόϲκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ
ο» διὰ τὸ ἀλείτηϲ· ἀντιπαράκειται γὰρ αὐτῷ ἀλοίτηϲ. καθόλου δὲ τὰ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον ἐν τοῖϲ ῥήμαϲιν ὥϲπερ ϲπείρω ϲπορά καὶ φθείρω φθορά, οὕτωϲ ἀλείτηϲ ἀλοίτηϲ κατὰ διάλεκτον Αἰολικήν· οἱ γὰρ Αἰολεῖϲ τὴν ει δίφθογγον εἰϲ οι τρέπουϲι· τὸ γὰρ ὄνειροϲ ὄνοιροϲ λέγουϲι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ
τὸ ἁμαρτάνω ἀλείτηϲ ὁ ἁμαρτωλόϲ παρὰ τὸ τὰϲ λιτὰϲ μὴ τηρεῖν· ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτηϲ ἠξίου διὰ τοῦ ι γράφεϲθαι· ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου. πρόϲκειται «μὴ ἀπὸ πρωτοτύπου τὸ ε ἔχοντα»· τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειτηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφει τὴν παραλήγουϲαν οἷον ἱερεύϲ ἱερείτηϲ, Ϲαμαρεύϲ Ϲαμαρείτηϲ,
Ἀταρνεύϲ Ἀταρνείτηϲ. τὸ δὲ τραπεζίτηϲ ἐπὶ διαφόρου ϲημαϲίαϲ διάφορον ἔϲχε τῆϲ παραληγούϲηϲ τὴν γραφήν. ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾶ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ τὸ τράπεζα· ἐπὶ δὲ τοῦ κυνόϲ, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει διφθόγγου γράφεται. τοῦτο δὲ παῤ Ἰβύκῳ εἴρηται κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ
η. ἔτι τὰ παρὰ τῶν εἰϲ εια γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, Ζέλεια Ζελείτηϲ, Καυκώνεια Καυκωνείτηϲ, Δικαιάρχεια Δικαιαρχείτηϲ, Ἀγνώνεια Ἀγνωνείτηϲ, Μαρώνεια Μαρωνείτηϲ. ἔτι τὰ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἢ γενικῆϲ τὸ ε παραληγομένηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ε καὶ ι Ὠρείτηϲ.
Ἕλοϲ Ἕλεοϲ Ἑλεΐτηϲ καὶ Ἑλείτηϲ. ἔδει οὖν καὶ ἀπὸ τοῦ Βορυϲθένηϲ Βορυϲθένεοϲ Βορυϲθενείτηϲ διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτηϲ. οὐδὲ τῷ ἑρκίτηϲ· οὐ γὰρ ἀπὸ τῆϲ γενικῆϲ ἀλλ᾿ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ταῦτα καὶ εἰκότωϲ ἔχει τὸ ι τὸ δὲ Βορυϲθένηϲ οὐκ εἰϲ οϲ λήγει. ἀλλ᾿ ἠκολούθηϲε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι, τὰ γὰρ διὰ διφθόγγου
ὀλίγα· ἔτι καὶ πάντα παρὰ τὸ ῥέειν διὰ τῆϲ ει διφθόγγου γράφεται, εὐρρείτηϲ, βαθυρρείτηϲ, ἀκαλαρρείτηϲ ὁ ἡϲύχωϲ ῥέων. ἀκαλὸν γὰρ παρὰ Ϲικελοῖϲ τὸ ἥϲυχον.
ὁ λύχνοϲ. πρόϲκειται «βαρύτονα» διὰ τὸ χειρίϲ χειρῖδοϲ.
ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ ὄνομα κύριον, Κρῖοϲ ὄνομα Τιτᾶνοϲ καὶ κριόϲ ὁ προηγούμενοϲ τῆϲ ποίμνηϲ παρὰ τὸ κεκρίϲθαι τὰϲ τρίχαϲ· διαφέρουϲι γὰρ αἱ τρίχεϲ τοῦ κριοῦ τῶν ἄλλων ζῴων. τινὲϲ δὲ λέγουϲι παρὰ τὸ κέραϲ γίνεϲθαι κεριόϲ καὶ ϲυγκοπῇ κριόϲ. οὐ καλῶϲ. κεραῖοϲ γὰρ ὤφειλεν εἶναι ὡϲ κνέφαϲ κνεφαῖοϲ,
οὖδαϲ οὐδαῖοϲ. πρόϲκειται «ἀρϲενικά» διὰ τὸ νειόϲ, ὃ ϲημαίνει. τὴν ἀρουραίαν γῆν. ἔϲτι δὲ θηλυκόν. ϲεϲημείωται ταῦτα· θεῖοϲ, Κεῖοϲ ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ, οὕτω δὲ λέγουϲιν οἱ Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ. χρεῖοϲ παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖοϲ — ϲημαίνει δὲ τὸν Διόνυϲον· ἔϲτι δὲ καὶ
ὄνομα πόλεωϲ — διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό, τινὲϲ δὲ διὰ τῆϲ ει διφθόγγου.
ἀπὸ τῶν εἰϲ αυϲ, ἐπειδὴ ταῦτα διὰ τοῦ ι γράφεται οἶον γραῦϲ γράϊοϲ 26 καὶ γρήϊοϲ παρὰ Καλλιμάχῳ «γρήϊον εἶδοϲ. ἔχουϲα» τουτέϲτι γραόϲ. ναῦϲ νάϊοϲ καὶ νήϊοϲ. πρόϲκειται «περιϲπώμενα διὰ τὸ Τρώϲ Τρώϊοϲ ἤγουν ὁ Τρωικόϲ.
ιοϲ παραγόμενα, μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν ἢ μετουϲίαν διὰ τοῦ ι γράφεται οἷον νύξ νύχιοϲ, μήν μήνιοϲ, ϲκοτομήνιοϲ, ϲημαίνει δὲ τὴν ἐϲκοτιϲμένην νύκτα, Ϲτύξ Ϲτύγιοϲ, Θρᾷξ Θράκιοϲ, χθών χθόνιοϲ, Φρύξ Φρύγιοϲ, Κάρ Κάριοϲ. πρόϲκειται «μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν» διὰ τὸ χήν χήνειοϲ, θήρ θήρειοϲ πούϲ. πρόϲκειται «μὴ μετουϲιαϲτικὰ»
διὰ τὸ φλόξ φλόγειοϲ ἤγουν ὁ μετέχων πυρόϲ.
τοῦ ι Δρακόντιοϲ. λέοντειοϲ δορά. τὸ δὲ κύριον διὰ τοῦ ι. μετουϲιαϲτικὰ δὲ οιον χάλκειοϲ ὁ μετέχων τοῦ χαλκοῦ καὶ χρύϲειοϲ ὁ μετέχων χρυϲοῦ. ἀργύρειοϲ, ϲιδήρειοϲ, δούρειοϲ.
χοίρειοϲ, ἄργυροϲ ἀργύρειοϲ ὡϲ χρύϲειοϲ. τὰ γὰρ ἀπὸ πόλεωϲ τὴν παραγωγὴν ἔχοντα διὰ τοῦ ι γράφεται οἷον Τύριοϲ, Κύπριοϲ. ϲεϲημείωται τὸ Κάριοϲ παρὰ τὸ Κάρ Καρόϲ τῷ κανόνί τῶν μονοϲυλλάβων.
οἷον ἀβέλτεροϲ ἀβελτέρειοϲ, ἕτεροϲ ἑτέρειοϲ, ἡμέτεροϲ ἡμετέρειοϲ. τὸ νέρτεροϲ νερτέριοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύϲει ἐν τῇ προηγουμένῃ τοῦ τ ϲυλλαβῇ τὸ ε. ἐνερότεροϲ γὰρ ἦν παρὰ τὴν ἔραν τὴν γῆν ϲυγκοπῇ τοῦ ο καὶ ἀφαιρέϲει τοῦ ἕ γίνεται νέρτεροϲ καὶ λοιπὸν ὡϲ μὴ ἐχούϲηϲ φύϲει ἐν τῇ προηγουμένῃ τοῦ τ ϲυλλαβῇ τὸ ε οὐκ
ἠκολούθηϲε τούτοιϲ.
ἠέριοϲ. εἶπον χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων διὰ τὸ θέροϲ θέρειοϲ. Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἴτε περιττοϲυλλάβωϲ κλίνεται εἴτε ἰϲοϲυλλάβωϲ, 27 βωϲ, διὰ τοῦ ειοϲ γινόμενα κτητικὰ διὰ τῆϲ ει διφθόγγου γράφεται, εἰ μὴ τρέπει τὸ τ εἰϲ ϲ Ἰορδάνειοϲ, Αἰϲχίνειοϲ, Ἀριϲτοφάνειοϲ, Δημοϲθένειοϲ, Ἀριϲτοτέλειοϲ, Ἀϲκληπιάδειοϲ, Ἄρηϲ Ἄρειοϲ, Ἡρακλῆϲ Ἡράκλειοϲ, Θηρικλῆϲ Θηρίκλειοϲ «Θηρίκλειον ζεῦγοϲ». Θηρίκλειον κύλικοϲ εἰδοϲ, ἐπιτηδήϲ ἐπιτήδειοϲ. πρόϲκειται «χωρὶϲ εἰ μὴ τρέπει τὸ τ εἰϲ ϲ»
διὰ τὸ ἱκέτηϲ ἱκέϲιοϲ, δεϲπότηϲ δεϲπόϲιοϲ, ϲυμπότηϲ ϲυμπόϲιοϲ.
Μάντιοϲ.
Ὀγχϲτοῖo (Arg. IIl 1241) ἢ παρὰ λόγον ὡϲ Ποιάντιον ἀγλαὸν υἱόν » (Od. γ 190) καὶ παρὰ τὸ Ἀπέϲαϲ Ἀπεϲάντειοϲ ἔμελλεν εἶναι ὥϲπερ Αἴαϲ Ααντοϲ Αἰάντειοϲ, ἀλλὰ λέγεται Zεὺϲ Ἀπεϲάντιοϲ.
ἀκήρατοϲ ἀκηράϲιοϲ, ἐνιαυτόϲ ἐνιαύϲιοϲ, πλοῦτοϲ πλούϲιοϲ. εἰ δὲ φυλάττει τὸ τ, διὰ τῆϲ ει διφθόγγου γράφεται οἱον Καλλίϲτρατοϲ Καλλιϲτράτειοϲ, Ἀρχέϲτρατοϲ Ἀρχεϲτράτειοϲ. παράλογον δὲ τὸ «Αἰπύτιον παρὰ τύμβον» (Β 604). δεῖ προϲθεῖναι «εἰ μὴ ἐθνικὰ εἴη». ταῦτα δὲ 28 κἂν τὸ τ φυλάττῃ, διὰ τοῦ ι γράφεται οἷον Βοιωτόϲ Βοιώτιοϲ, Αἴγυπτοϲ Αἰγύπτιοϲ.
πέλαγοϲ πελάγιοϲ. εἰ δὲ μὴ παραλήγοὶτο τὸ α, διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, εἶδὸϲ εἴδειοϲ, ἕρκοϲ ἕρκειοϲ, ἦθοϲ ἠθεῖοϲ, κῆδοϲ κήδειοϲ. ϲεϲημείωται τὸ τέμενοϲ τεμένιοϲ, διὰ τοῦ ι γραφόμενον, ἵνα μὴ εὑρεθῇ τὸ ε ἀλλεπάλληλον ἐν τριϲὶ ϲυλλαβαῖϲ.
οὐδέποτε διὰ τοῦ ι γράφεται, ἀλλὰ διὰ διφθόγγου οἷον Αἰάντειοϲ, κύνειοϲ, αἴγειοϲ, ἀνθρώπειοϲ, Ἀργεῖοϲ.
ἐπὶ γὰρ τοῦ ἀνημέρου ἄγριοϲ προπαροξυτόνωϲ διὰ τοῦ ι· χωρὶϲ τοῦ ἀντίοϲ. τοῦτο γὰρ βαρύτονόν ἐϲτι καὶ ἔχει ἐν τῇ πρώτῃ ϲυλλαβῇ τὸ α, μεθ’ δ ἐπιφέρεται δύο ϲύμφωνα· τὸ δὲ Ἄμφιοϲ καὶ Ἄγριοϲ καὶ Βάκχιοϲ καὶ Μάντιοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι προπεριϲπώμενα, ἀλλὰ προπαροξύτονα.
ἑτέρου ϲημαινομένου τονωθέντα» διὰ τὸ μύριοϲ καὶ νύμφιοϲ. τὸ γὰρ νυμφίοϲ ὁ γαμετήϲ παροξύνεται, τὸ δὲ κτητικὸν ὁ νύμφιοϲ οἶκοϲ προπαροξύνεται. τὸ δὲ μυρίοϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ μύριοϲ παροξύνεται. ϲημαίνει δὲ παροξύτονον ἀόριϲτον πληθύν, τὸ δὲ προπαροξύτονον τὸν ἀριθμόν.
διὰ τοῦ ι γράφεται, οἷον ὀρθόϲ ὄρθιοϲ, λοῖϲθοϲ λοίϲθιοϲ, κάπροϲ κάπριοϲ, Αἰτωλόϲ Αἰτώλιοϲ, Κάϋϲτροϲ Καΰϲτριοϲ «Καϋϲτρίου ἀμφὶ ῥέεθρα» (B 46), αἰζηόϲ αἰζήϊοϲ, ὅμοιοϲ ὁμοίιοϲ, γελοῖοϲ γελοίιοϲ, ἡνίκα δὲ ὀξύνεται, διὰ τῆϲ ει διφθόγγου οἷον θαμειόϲ, ἀδελφειόϲ, ἀρνειόϲ.
διὰ τοῦ ι γράφεται χωρὶϲ τῶν παρὰ τὸ κλέοϲ καὶ τῶν ἀπὸ τῶν εἰϲ ευϲ οἷον Θεοδόϲιοϲ, Ἀθανάϲιοϲ, Ἀϲτέριοϲ, Ἀμβρόϲιοϲ, Ταλθύβιοϲ. πρόϲκειται «ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ» διὰ τὸ Ἐπειόϲ καὶ Δαρεῖοϲ καὶ Ἀρνεῖοϲ τριϲύλλαβα. πρόϲκειται «κύρια» διὰ τὰ κτητικὰ Ἀριϲτάρχειοϲ, Ἡροδότειοϲ βίβλοϲ. πρόϲκειται «χωρὶϲ τῶν παρὰ τὸ κλέοϲ καὶ τῶν ἀπὸ
τῶν εἰϲ ευϲ», ἐπειδὴ ταῦτα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον Ἡρακλῆϲ Ἡράκλειοϲ, Ἀνδροκλῆϲ Ἀνδρόκλειοϲ, Ϲοφοκλῆϲ Ϲοφόκλειοϲ, Ἀχιλλεύϲ Ἀχίλλειοϲ, βαϲιλεύϲ Βαϲίλειοϲ. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον », ἐπειδή ἐϲτί τινα ὀνόματα κύρια ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ, ἅτινα διὰ τῆϲ ει διφθόγγου γράφεται, καὶ οὕτε παρὰ τὸ κλέοϲ εἰϲὶν οὔτε ἀπὸ τῶν
εἰϲ ευϲ οἷον Nυττέρειοϲ, ἔϲτι δὲ ὄνομα λιμένοϲ. Πεδεύκειοϲ ὄνομα ἀνδρόϲ, Δαρδανειόϲ ὄνομα ποταμοῦ.
κλάδοϲ.
Ἀλκμάνειοϲ, Μενάνδρειοϲ, Ἀριϲτοφάνειοϲ, Εὐριπίδειοϲ. πρόϲκειται « ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ Πά Πανόϲ Πάνειοϲ.
διὰ τοῦ ι καὶ διὰ τῆϲ ει διφθόγγου γραφόμενον. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ χήν χήνειοϲ πούϲ. τὸ γὰρ μήν μήνιοϲ διὰ τοῦ ι γραφόμενον ὑπάγεται τῷ κανόνι τῶν μὴ ληγόντων εἰϲ ϲ μονοϲυλλάβων.
τὸ θεώνειοϲ, Τρυφώνειοϲ. ϲεϲημείωται τὸ Ἀπολλώνιοϲ καὶ Ἀμμώνιοϲ.
μέρουϲ ϲωματικοῦ.
Ἀέτιοϲ, Φιλοίτιοϲ, Μενοίτιοϲ, ὑϲτάτιοϲ, ὁϲϲάτιοϲ. τὸ δὲ ἐλάτειοϲ μετουϲιαϲτικὸν καὶ τὸ γερόντειοϲ καὶ Ἀχερόντειοϲ κτητικά. τοῦτο δὲ διὰ τὸ μέτρον ἔφη Ἀριϲτοφάνηϲ (Ran. 471) «Ἀχερόντιοϲ δὲ ϲκόπελοϲ αἷματοϲταγήϲ » ὁμοίωϲ τῷ «Ποιάντιον ἀγλαὸν υἱόν» ( Od. γ 190) καὶ τῷ «Αἰπύτιον παρὰ τύμβον» (Β 604).
τὸ δὲ μήλειοϲ μετουϲιαϲτικόν.
διὰ τοῦ ι γράφεται οἷον Αἶνοϲ Αἴνιοϲ, Δάρδανοϲ Δαρδάνιοϲ.
ϲιὸϲ, Πύθιοϲ, θύιοϲ, κύκλιοϲ, μύριοϲ καὶ μυρίοϲ, νύμφιοϲ καὶ νυμφίοϲ. 33 Τυχίοϲ, Φρυγίοϲ, Πλυτίοϲ, Κλυτίοϲ, Ϲκυφίοϲ κύρια. τὸ δὲ κύκνειοϲ μέροϲ ϲώματοϲ ϲημαίνει.
ὀπιϲθίδιοϲ, ῥηίδιοϲ, ἀντίοϲ.
πρόϲκειται «μὴ ὄντα ἐπὶ τετραπόδων» διὰ τὸ ἀρνειόϲ, ϲημαίνει. δὲ τὸν ἄρνα. γέγονε δὲ οὕτωϲ· ἀρήν ἀρῆνοϲ καὶ κατὰ ϲυγκοπὴν ἀρνόϲ καὶ μετάγεται αὕτη ἡ γενικὴ εἰϲ εὐθεῖαν οἷον ἀρνόϲ κατὰ πλεοναϲμὸν τῆϲ ει γίνεται ἀρνειόϲ ὡϲ ἀμνόϲ ἀμνειόϲ, ἀδελφόϲ ἀδελφειόϲ.
Ϲόφιοϲ, Ϲτρόφιοϲ, Χρυϲάφιοϲ χωρὶϲ τοῦ Ἀλφειόϲ.
ὄνομα ποταμοῦ.
Κεραμεικόϲ. τὸ δὲ ὑεικὸν δέρμα παρὰ Ἀξιονίκῳ ἡμάρτηται. οὐδέποτε γὰρ λέξιϲ ϲημαίνουϲα μέροϲ ϲώματοϲ ἔχει εἰϲ κον κτητικόν, ἀλλὰ διὰ καθαροῦ τοῦ ον· οὐ γὰρ λέγομεν χοιρικὸν κέραϲ, ἀλλὰ χοίρειον οὐδὲ ἀνθρωπικὸϲ πούϲ, ἀλλ’ ἀνθρώπειοϲ. οὕτωϲ οὖν οὐ δεῖ λέγειν ὑεικόν, ἀλλὰ ὕειον δέρμα.
ἐπὶ τοῦ τὴν νίκην φιλοῦντοϲ. τὸ δὲ φιλόνεικοϲ διὰ τῆϲ ει διφθόγγου γραφόμενον παρὰ τὸ νεῖκοϲ ἐγένετο. καὶ τὸ προύνεικοϲ δὲ διὰ διφθόγγου γράφεται· ϲημαίνει δὲ τοὺϲ ὑβριϲτὰϲ καὶ τοὺϲ ἄνδραϲ ἱϲταμένουϲ ἐν ταῖϲ ἀγοραῖϲ καὶ φέρονταϲ τὰ ὤνια καὶ λαμβάνονταϲ ὑπὲρ τούτων μιϲθόν. εἴτε δὲ τοὺϲ ὑβριϲτὰϲ ϲημαίνει εἴτε τοὺϲ ἄλλουϲ, διὰ τῆϲ ει
διφθόγγου γράφεται. καὶ ἐπὶ μὲν τῶν ὑβριϲτῶν, ἐπειδὴ παρὰ τὴν πρό πρόθεϲιν καὶ τὸ νεῖκοϲ γέγονε πρόνεικοϲ, τὸ δὲ νεῖκοϲ διὰ τῆϲ ει διφθόγγου γράφεται· εἰ δὲ τοὺϲ ἄλλουϲ ϲημαίνει, ἐπειδὴ παρὰ τὴν πρό πρόθεϲιν καὶ τὸ ἐνείκω Βοιωτιακὸν γέγονε προένεικοϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον προὔνεικοϲ ὥϲπερ τὸ ἐμόν τοὐμόν.
p. 430, 6.
οἷον Πάμμιλοϲ, Διόμιλοϲ, ὅμιλοϲ τὸ πλῆθοϲ, Τρωΐλοϲ, Ζωΐλοϲ. πρόϲκειται «βαρύτονα» διὰ τὸ δειλόϲ ὀξυνόμενον. πρόϲκειται «ἀρϲενικὰ» διὰ τὸ χεῖλοϲ οὐδέτερον. πρόϲκειται «μὴ ὄντα ϲύνθετα ἀπὸ ὀνόματοϲ ἔχοντα τὴν ε δίφθογγον », ἐπεὶ ἀπὸ τοῦ χεῖλοϲ καὶ τοῦ δειλόϲ γίνεται τρίχειλοϲ, ἀγκυλόχειλοϲ, κροκόδειλοϲ· παρὰ γὰρ τὸ δειλόϲ διὰ τῆϲ ει
διφθόγγου. καὶ πάλιν ἀπὸ τοῦ εἴλη τοῦ ϲημαίνοντοϲ τὴν θερμαϲίαν γίνεται εὔειλοϲ διὰ τῆϲ ει διφθόγγου. ϲημαίνει δὲ τὸν τόπον ἔχοντα τὴν θερμαϲίαν.
ἀνάϲιλλοϲ, Ϲόφιλοϲ, δόριλλοϲ, Πράϲτιλλοϲ.
γόνιμοϲ, ἀοίδιμοϲ ὁ περιβόητοϲ, ὄβριμοϲ ὁ ἰϲχυρόϲ, εὐδόκιμοϲ. πρόϲκειται «κεἰϲ μϲ καθαρὸν» διὰ τὸ εἶρμόϲ καὶ ϲειϲμόϲ. ταῦτα γὰρ ϲύμφωνον ἔχει πρὸ τοῦ μ. πρόϲκειται «χωρὶϲ εἰ μὴ ἀπὸ ϲυναιρέϲεωϲ ἔχει τὴν ει δίφθογγον» διὰ τὸ Δεῖοϲ τὸ ϲημαῖνον τὸν φόβον· δέϊμοϲ γὰρ διὰ τοῦ ι καὶ κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ι εἰϲ τὴν εἰ
δίφθογγον γίνεται δεῖμοϲ.
ταύτην τὸ αὐτὸ ϲύμφωνον διὰ τοῦ ι γράφεται οἷον τίτανοϲ, διδάϲκαλοϲ, δίδυμοϲ, Ϲιϲίννηϲ.
εἰ μὴ καιρὸν ϲημαίνει, οἷον δεινόϲ παρὰ τὸ δέοϲ δεινόϲ καὶ δεινόϲ, 38 κλεινόϲ, ἐλεεινόϲ καὶ ἐλεινόϲ, ὀρεινόϲ, βορεινόϲ, ἐρατεινόϲ, ποθεινόϲ, κελαδεινόϲ, ϲκοτεινόϲ, αἰπεινόϲ, εὐδεινόϲ, ψυχεινόϲ, ταπεινόϲ, φαεινόϲ, φωτεινόϲ καὶ τὸ κύριον ὄνομά ὁμοίωϲ Φωτεινόϲ διὰ διφθόγγου τὸ δὲ χειμερινόϲ, θερινόϲ, αὐρινόϲ, ὀπωρινόϲ ἐπὶ καιροῦ διὰ τοῦ ι· τὸ ταχινόϲ καὶ ἀληθινόϲ, ἁδινόϲ, πυκινόϲ οὐκ εἰϲὶ παρώνυμα, ἀλλ’ ἐξ
ἐπιρρήματοϲ τοῦ τάχα καὶ ἄληθεϲ καὶ ἄδην καὶ πύκα. τὸ φυζακινόϲ λεπτακινόϲ διὰ τοῦ ι γραφόμενα οὐκ ἀντίκειται ἡμῖν. ἀπὸ οὖν τοῦ φύζα τοῦ ϲημαίνοντοϲ τὴν φυγὴν γέγονε φυζεινόϲ διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ ακ γέγονε φυζακινόϲ διὰ τοῦ ι τὸ λεπτακινόϲ καὶ αὐτὸ γέγονεν ἀπὸ τοῦ λεπτόϲ, λεπτεινόϲ διὰ διφθόγγου καὶ
κατὰ πλεοναϲμὸν τοῦ ακ λεπτακινόϲ διὰ τοῦ ι.
μὴ ἔχοντα ἀπὸ πλεοναϲμοῦ τὸ διὰ τοῦ ι γράφεται οἷον ϲχῖνοϲ, πρῖνοϲ, δῖνοϲ· τὸ δὲ ξεῖνοϲ διὰ διφθόγγου γράφεται· ὥϲπερ γὰρ ἀπὸ τοῦ κενόϲ γίνεται κεινόϲ κατὰ πλεοναϲμὸν τοῦ ι οἶον «κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕϲπετο χειρὶ παχείῃ» (Γ 376), τὸν αὐτὸν τρόπον καὶ ξένοϲ γέγονε ξεῖνοϲ. καὶ πάλιν οἱ Αἰολεῖϲ ξέννοϲ λέγουϲιν· μηδεὶϲ δὲ οἰέϲθω ὅτι τὸ
ξέννοϲ ἀπὸ τοῦ ξεῖνοϲ γέγονεν· οὐδέποτε γὰρ οἱ Αίολεῖϲ τὸ ὸ πὸ πλεοναϲμοῦ ἀποβάλλουϲι καὶ διπλαϲιάζουϲι τὸ ϲύμφωνον οἷον ὁ κενόϲ γίνεται κεινόϲ καὶ οὐ λέγουϲι παρ’ αὐτοῦ κέννοϲ· ἀλλὰ ἀπὸ τοῦ ξένοϲ γέγονε ξέννοϲ· καὶ γὰρ πολλάκιϲ καὶ ἐπὶ βραχείαϲ ϲυλλαβῆϲ ποιοῦνται τοῦ ϲυμφώνου διπλαϲιαϲμὸν οἷον Ἔννη ἔϲτι δὲ ὄνομα πόλεωϲ, θεράπων
θεράπων. οὕτω καὶ ξένοϲ ξέννοϲ.
γράφεται καὶ προπεριϲπᾶται.
καὶ ἀπὸ τοῦ πεῖνα ὀξύπεινοϲ.
τὴν ει δίφθογγον, μικρόϲ, πικρόϲ, ῖγκροϲ. Τὰ εἰϲ ροϲ ἔχοντα προηγούμενον ϲύμφωνον εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον, Ἴμβροϲ ὄνομα πόλεωϲ, Κίμβροϲ ἐθνικόν, λιβρόϲ ἡ ϲκοτεινὴ νύξ, φιτρόϲ,δικροϲ, ἶγκροϲ ὁ ἐγκέφαλοϲ, λίϲτροϲ ὁ ξυϲτήρ.
δίφθογγον ἔχει.
πάντα διὰ τῆϲ ει γράφεται, μάτειροϲ, Κάμειροϲ (sc. ὁ ἥρωϲ) χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ διϲυλλάβου οἷον ἄϊροϲ.
Μήριϲοϲ, Μάριϲοϲ, Πάμιϲοϲ, Κρίμιϲοϲ,Μόρμιϲοϲ,Nάιϲοϲ, ὕριϲοϲ. τὸ δὲ παράδειϲοϲ ἀπὸ τοῦ δεῖϲα ἔχει τὴν ει δίφθογγον.
ἀτιμώρητοϲ, ἀκόνιτοϲ, Ἐπαφρόδιτοϲ, ἀδήριτοϲ, ϲῖτοϲ, μίτοϲ, λιτόϲ, Τρῖτοϲ, ῥῖτοϲ· δεῖ προϲθεῖναι χωρὶϲ τοῦ κλειτόϲ ὁ εὔδοξοϲ καὶ τὰ παρ’ αὐτό· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται οἶον πολύκλειτοϲ, ἀγάκλειτοϲ, Ἡράκλειτοϲ. τὸ δὲ ἄϲειϲτοϲ πολύϲειϲτοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι διὰ τοῦ ιτοϲ ἀλλὰ διὰ τοῦ ειϲτοϲ.
τρῖφοϲ, ἔριφοϲ, Κίνυφοϲ, Ϲέριφοϲ, ξίφοϲ, ϲτῖφοϲ.
δίτειχοϲ, καλλίτειχοϲ. ταῦτα γὰρ διὰ τῆϲ εἰ γράφεται.
ίϲχυρόϲ χωρὶϲ τοῦ κλειτύϲ, ϲημαίνει δὲ. τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν. πρόϲκειται «τὴν εἰ δίφθογγον » διὰ τὸ εὐρύϲ καὶ αἰπύϲ. ταῦτα γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ’ οὐ τῇ ι.
εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον οἰον βαϲιλεύϲ. ἱππεύϲ, Ἰλεόϲ ὄνομα κύριον, Ἀχιλλεύϲ, ἐριθεύϲ· ἔϲτι δὲ εδοϲ ὀρνέου, Ἐρετριεύϲ, ἁλιεύϲ, Ἰλιεύϲ ἀπὸ τοῦ Ἰλίου. τὸ δὲ λιον πόλιϲ ἐϲτίν. Κιτιεύϲ, Δωριεύϲ, Τειριεύϲ, Φινεύϲ. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ Νειλεύϲ· τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται· οὐκ ἐπὶ τοῦ
Νηλέωϲ τοῦ πατρὸϲ τοῦ Νέϲτοροϲ, ἐκεῖνο γὰρ διὰ τοῦ η γράφεται, ἀλλ’ ἐπὶ τοῦ λεγομένου Ἀττικῶϲ οἰον ὁ Νείλεωϲ τοῦ Νείλεω. πρόϲκειται «εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον » διὰ τὸ Ῥοιτειεύϲ καὶ Ϲιγειεύϲ. ἀπὸ γὰρ τοῦ Ῥcίτειον καὶ Ϲίγειον γεγόναϲι. ἔϲτι δὲ ἀκρωτήριον Τροίαϲ.
ϲεϲημειωμένων τοῦ πότνια, μπνια, ἀμία, Πολύμνια.
θηλυκὰ δίφθογγον ἔχει οἷον Πηνελόπη Πηνελόπεια, Καλλιόπεια, Πλειϲτοδόκεια, Εὐρώπεια, χαλκοβαρήϲ χαλκοβάρεια, ἠριγενήϲ ἠριγένεια, ἱππόδαϲυϲ ἱπποδάϲεια.
ἡ κατὰ Τηλέγονον, Δολώνεια, Γιγάντεια, Διομήδεια.
Ἀρμενία, Ϲυρία, Καππαδοκία, Ἰταλία, Ἀϲία, Θεϲϲαλία, Βοιωτία, Βιθυνία, Ἰτουρία.
Ἀπολλωνία, Φθία. πρόϲκειται « πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα» διὰ τὸ Ἀλεξάνδρεια.
43 μείωται τὸ φλιά, ϲτιά, Θρία, μεθ’ ὧν καὶ ϲκιά. τὸ δὲ Φλία βαρύνεται ὡϲ καὶ τὰ τριγενῆ βραχυκατάληκτα δῖα, ἶα, μία.
πραϲιά, ἀνθρακιά. ϲεϲημείωται διὰ τῆϲ ει διφθόγγου γραφόμενα τὸ παρειά, φορβειά, ϲτελειά, φορειά, ἀρειά.
δὲ μή ἐϲτιν ἀπὸ τῶν εἰϲ μῶν, διὰ τῆϲ ἑι διφθόγγου γράφεται οἷον ἀλαζών ἀλαζονεύω ἀλαζονεία καὶ ἀπὸ ἄλληϲ δὲ οἱοϲδήποτε καταλήξεωϲ ἐὰν ᾖ, διὰ διφθόγγου γράφεται οἷον ῥήτωρ ῥήτοροϲ ῥητορεύω ῥητορεία, εἴρων εἰρωνεύω εἰρωνεία, πρᾶγμα πραγματεύω, ἐξ οὗ πραγματεύομαι, πραγματεία. ὁμοίωϲ κολακεία, ἑρμηνεία, προφητεία, ξενιτεία,
ἀριϲτεία ἐκ τοῦ ἀριϲτεύϲ, ἀλητεία, βουλεία ἡ βούλευϲιϲ, γοητεία, δυναϲτεία, ἱκετεία· ἱκεϲία δὲ διὰ τοῦ ι. λαγνεία, λάγνοϲ γὰρ τὸ ἀρϲενικόν, προϲτατεία, προϲτάτηϲ γὰρ τὸ ἀρϲενικόν, προϲταϲία δὲ διὰ τοῦ ι, νηϲτεία, πολιτεία, τερατεία, πρεϲβεία, δεϲποτεία, ὑδρεία τὸ ἐπὶ τῆϲ ὑδρεύϲεωϲ, ἐπὶ δὲ τοῦ ἀγγείου διὰ τοῦ ι ὑδρία. χωρὶϲ τῶν ἀπὸ τῶν
εἰϲ οϲ ϲυνθέτων διὰ τοῦ ια παραγομένων θηλυκῶν, κἆν γὰρ ἔχᾳ ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τοῦ ι γράφεται οἰον πρόεδροϲ προεδρεύω προεδρία, φιλανθρωπία, ἀϲωτία, ἐμπορία, παρθενία, ϲυνοδία· ἡνιοχεία διὰ τῆϲ ει διφθόγγου ἐκ τοῦ ἡνιοχεύϲ, ἐϲπερεία ἐκ τοῦ ἑϲπερεύϲ, μαϲτροπεία ὁμοίωϲ. Ἰϲτέον δὲ ὅτι ἐκ τούτων τὰ δίὰ τοῦ
τ ἐκφερόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, ὅϲα δὲ διὰ τοῦ ϲ, διὰ τοῦ ι γράφεται.
ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευῶ διὰ τὸ δοῦλοϲ δουλεύω δουλεία, μοιχόϲ μοιχεύω μοιχεία.
ἀϲπιδοποιῖα, ὀρθογράφοϲ ὀρθογραφία, εὔκαιροϲ εκαιρία, ἀεργόϲ ἀεργία, ὑπερήφανοϲ ὑπερηφανία (ἀνόρεκτοϲ ἀνορεξία, ὑπόδεκτοϲ ὑποδεξία διὰ τὴν ϲύνταξινΤ). πρόϲκειται « παροξύτονα» διὰ τὸ βοηθόϲ βοήθεια καὶ εὔεροϲ εὐέρεια.
παροξυνόμενα, διὰ δὲ τῆϲ ει διφθόγγου προπαροξυνόμενα οἱον αὐθάδηϲ αὐθάδουϲ αὐθαδία καὶ αὐθάδεια, κακοήθηϲ κακοήθουϲ κακοηθία καὶ κακοήθεια, ϲυνήθηϲ ϲυνηθία καὶ ϲυνήθεια.
ἀκρίβεια, ἀπέχθεια, ἀδεήϲ ἀδέεια καὶ ἄδεια, εὐκλεήϲ εὐκλέεια καὶ εὔκλεια, ἀναίδεια, εὐγένεια, ἀπάθεια, εὐμάθεια. λέγεται δὲ καὶ ποιητικώτερον ἀναιδία, εὐγενία, ἀπαθία, εὐμαθία. τὸ μέντοι ἀμαθία μόνωϲ παροξύνεται καὶ διὰ τοῦ ι γράφεται.
διὰ τοῦ ι καὶ παρὰ τὸ κέρδοϲ φιλοκέρδεια καὶ φιλοκερδία, αἰϲχροκέρδεια καὶ αἰϲχροκερδία· καὶ τὰ παρὰ τὸ παθεῖν καὶ μαθεῖν, εὐπάθεια καὶ εὐπαθία, εὐμάθεια καὶ εὐμαθία, προμήθεια καὶ προμηθία, εὐέπεια καὶ εὐεπία, ὦφέλεια καὶ ὠφελία, εὐμάρεια καὶ εὐμαρία, οἰκωφελία καὶ κοινωφελία μόνωϲ καὶ ἀμαθία· καὶ τὸ ι ποιητικόν. τὰ παρὰ τὸ φυή διὰ
τοῦ ι εὐφυῖα· εὕρηται καὶ εὐφύεια παρὰ Ἀλέξιδι. τὰ παρὰ τὸ τύχη διὰ τοῦ ι, εὐτυχία· εὕρηται καὶ εὐτύχεια παρὰ Ϲοφοκλεῖ. τὰ παρὰ τὸ ἔτοϲ διὰ τοῦ ῖ γράφεται τὰ δὲ παρὰ τὰ ἄλλα διὰ διφθόγγου.
θέρεια, θάλλω Θάλεια, ἀνθῶ Ἄνθεια, χαίρω Χάρεια, κρατῶ Κράτεια.
ῥῆμα διὰ τοῦ ευω διὰ τοῦ ί γράφεται οἷον ἱκεϲία, τὸ δὲ ἱκετεία διὰ τῆϲ ει διφθόγγου, ἱκετεύω γάρ· μετουϲία, ἀφαϲία, γερουϲία, πανδοϲία, ἐκκληϲία, ὑπερβαϲία. πρόϲκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευῦ » διὰ τὸ περιϲϲεύω περιϲϲεία διὰ τῆϲ ει διφθόγγου.
ὄντα ἀπὸ τῶν διὰ τοῦ ἑῦῶ ῥημάτων » διὰ τὸ ἑρμηνεία, πορνεία, ἀλαζονεία.
Πολυδευκεία χείρ καὶ Ἀλγαμεμνονεία ναῦϲ. ταῦτα γὰρ διὰ τῆϲ εἰ διφθόγγου γράφεται ὅτι τριγενῆ ἐϲτιν, Ἀγαμεμνόνειοϲ Ἀγαμεμνονεία Ἀγαμεμνόνειον. πρόϲκειται «παροξύτονα» διὰ τὸ εὐϲέβεια καὶ ἀναίδεια· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ » διὰ τὸ μνεία καὶ χρεία. ταῦτα γὰρ ὁμοίωϲ γράφεται·
πρόϲκειται «κατὰ κοινὴν διάλεκτον », ἐπειδὴ πολλάκιϲ οἱ Ἀθηναῖοι ἐπὶ τῶν διὰ τοῦ εια προπαροξυτόνων μακρὸν ποιοῦϲι τὸ α καὶ καταβιβάζουϲι τὸν τόνον καὶ φυλάττουϲι τὴν ει δίφθογγον οἷον ἀλήθεια κοινῶϲ καὶ ἀληθεία Ἀττικῶϲ, ἱέρεια κοινῶϲ καὶ ἱερεία Ἀττικῶϲ. πρόϲκειται « μὴ ὄντα ϲύνθετα ἀπὸ ἁπλῶν ἔχοντα τὴν ει δίφθογγον » διὰ τὸ ϲιτοδεία,
ὃ ϲημαίνει τὴν ἔνδειαν τοῦ ϲίτου. τοῦτο γὰρ πρὸ τοῦ ἀ τόνον ἔχει, ἀλλ’ ἀπὸ ἁπλοῦ γέγονεν ἔχοντοϲ τὴν ει δίφθογγον. ἀπὸ γὰρ τοῦ δεία, ὃ ϲημαίνει τὴν ἔνδειαν, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται, ἐφύλαξε τὴν ει δίφθογγον. πρόϲκειται «μὴ ἀπὸ ἐθνικῶν γινόμενα κύρια », ἐπειδή ἐϲτιν Ἀργεῖοϲ ἀνὴρ ἀπὸ τοῦ Ἄργουϲ καὶ Ἀργεία γυνὴ
ἡ τοῦ Ἄργουϲ. καὶ γίνεται τὸ Ἀργεία ὄνομα κύριον καὶ φυλάττει τὴν ει δίφθογγον τοῦ ἐθνικοῦ. τούτων οὖν οὕτωϲ ἐχόντων τὸ ὑγεία πρὸ μιᾶϲ τὸν τόνον ἔχον οὐκ ἀντίκειται ἥμιν γραφόμενον διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ δυνάμει προπαροξύτονόν ἐϲτιν. ὥϲπερ γὰρ ἀπὸ τοῦ εὐϲεβήϲ γέγονεν εὐϲέβεια, οτωϲ ἀπὸ τοῦ ὑγιήϲ ὑγίεια προπαροξυτόνωϲ
καὶ κατὰ κράϲιν τοῦ ι καὶ τῆϲ ει διφθόγγου γέγονεν ὑγεία. δεῖ ϲημειώϲαϲθαι τὸ ἀνδρεία, ὅτι πρὸ μιᾶϲ τὸν τόνον ἔχον διὰ τῆϲ ει διφθόγγου γράφεται. λέγω δὲ τὸ ἐπὶ τῆϲ ἀρετῆϲ οἰον ἡ ἀνδρεία ὥϲπερ ἡ δικαιο- 46 ϲύνῃ. πρόϲκειται «τὸ ἐπὶ τῆϲ ἀρετῆϲ», ἐπειδὴ ἐπὶ τῆϲ γυναικὸϲ ὥϲπερ ἀνδρεῖοϲ ἀνήρ ἀνδρεία υvή.
Ἰουϲτῖνα, αυϲτῖνα, Ἀντωνῖνα, Κωνϲταντῖνα, Καμάρινα χωρὶϲ τοῦ πεῖνα τοῦ ἐπὶ τῆϲ ἐνδείαϲ, πῖνα δὲ ἐπὶ τοῦ θαλαϲϲίου διὰ τοῦ ι, καὶ τοῦ τέρεινα, ὃ ϲημαίνει τὴν ἁπαλήν.
διὰ τὸ πεῖϲα ἡ πειθώ καὶ δεῖϲα ἡ ὑγραϲία. ἀπὸ γὰρ τοῦ δεύϲω μέλλοντοϲ γέγονε δεῦϲα καὶ κατὰ τροπὴν τοῦ ῦ εἰϲ ι δεῖϲα.
καὶ ἡ τρυφή.
γέγονε πεῖνα καὶ κατὰ τροπὴν Ἰώνων τοῦ α εἰϲ η πείνη.
ἄθροιϲιϲ, παϲτίλη η τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, ϲπατίλη τὸ ἀπόξυϲμα τῶν δερμάτων καὶ τὸ υγρὸν διαχώρημα, μυϲτίλη ὁ κοῖλοϲ ἄρτοϲ, μαρίλη η κόνιϲ ἡ γινομένη ἐκ τοῦ ϲβέννυϲθαι τοὺϲ καρπούϲ. πρόϲκειται ἐν τῷ κανόνι μὴ ὄντα ἀπὸ κράϲεωϲ » διὰ τὸ δείλη ἡ δειλινή. τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀλλ’ ἀπὸ κράϲεώϲ ἐϲτιν,
ἀπὸ γὰρ τοῦ ἐνδεῖν τῇ ἕλῃ, ὅ ἐϲτι τῇ θερμαϲίᾳ — τότε γὰρ ἄρχεται ἡ θερμαϲία τοῦ ἡλίου ἐνδεῖν γέγονε δεέλη καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον δείλη. πρόϲκειται πάλιν « μὴ ἔχοντα ἀπὸ πλεοναϲμοῦ τὸ ι» ἐπειδὴ ἀπὸ τοῦ ἕλη τοῦ ϲημαίνοντοϲ τὴν θερμαϲίαν γίνεται εἴλη διὰ τῆϲ ι διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ι. δεῖ προϲθεῖναι
χωρὶϲ τοῦ ὀφειλή τὸ χρέοϲ καὶ ἀπειλή καὶ ὠτειλή τὸ τραῦμα.
πρόϲκειται « μονογενῆ» διὰ τὸ ἐκεῖνοϲ ἐκείνη. πρόϲκειται «μὴ ἀπὸ ἐπιθέτων γινόμενα κύρια» διὰ τὸ φωτεινόϲ φωτεινή καὶ τὸ κύριον ὄνομα Φωτεινή. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. χωρὶϲ τοῦ πείνη, ὅπερ ἀπὸ τοῦ πεῖνα γέγονεν.
βαρύτονα » διὰ τὸ τελευτή ὀξύτονον.
κρεῶν ἀγγεῖον, εἰον ὃ καὶ ἤϊον ἐν διαλύϲει λέγεται, τὸ εἰϲ τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆϲ νηὸϲ τὸ πυθμενοειδὲϲ ξύλον, διὰ τῆϲ ει διφθόγγου γραφόμενα.
πρωτοτύπου ἔχει τὸ ε διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον φύϲεωϲ φυϲείδιον, λέξεωϲ λεξείδιον, γλυκείδιον, ἑξείδιον, ὀξείδιον, ῥηίείδιον, ταμιείδιον, θυείδιον, εἰ δὲ μή, διὰ τοῦ ι βιβλίον βιβλίδιον, κοιλία κοιλίδιον, γωνία γωνίδιον, ὀψάριον ὀψαρίδιον, κοχλίαϲ κοχλίδιον, ῥιπίδιον, ϲελίδιον, ψαλίδιον, γραμματίδιον, ὅτε ἀπὸ τοῦ γραμμά
τίον ὑποκοριϲτικόν, διὰ τοῦ ι. ὅτε δὲ ἀπὸ τοῦ γραμματεῖον, διὰ τῆϲ ει διφθόγγου.
τειον αἰμα καὶ λεόντειον μετουϲιαϲτικὰ καὶ τὸ γερόντειον κτητικόν.
«μὴ ἀπὸ τῶν διὰ τοῦ ϲῦῦ ῥημάτων» διὰ τὸ πορνεύω πορνεία, πρυτανεύω πρυτανεία. πρόϲκειται μὴ ὄντα ἀπὸ τῶν εἰϲ ω ῥημάτων » διὰ τὸ ἄγω ἀγγεῖον, λέγω λογεῖον καὶ ἀναλογεῖον.
ἔχοντα τὸν τόνον, μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ 49 ι γράφεται οἷον ὀγκίον, ἀντίον τοῦ ἱϲτοῦ, κυμβίον, ἰϲχίον. πρόϲκειται «μὴ ἔχοντα ῥῆμα διὰ τοῦ ευω» διὰ τὸ πορνεύω πορνεῖον.
«μονογενῆ », ἐπεὶ τὰ τριγενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον Αἰάντειον βούλημα.
ϲεϲημείωται τὸ γένειον διὰ τῆϲ ει διφθόγγου γραφόμενον.
αὐτήν. πρόϲκειται «μονογενῆ διὰ τὸ βαϲιλεύϲ βαϲίλειον ἔϲτι δὲ τριγενέϲ. βαϲίλειοϲ οἰκὸϲ, βαϲιλεία χείρ καὶ βαϲίλειον οἴκημα.
ταμιεύω ταμιεῖον.
οὐδέτερα μονογενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται, δάνοϲ δάνειον, γένοϲ γένειον, βρένθοϲ βρένθειον, γῆτοϲ γήτειον. πρόϲκειται «μονογενῆ» διὰ τὸ ἅγοϲ ἅγιον διὰ τοῦ ι. ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ, ὁ ἅγιοϲ γὰρ καὶ ἡ ἁγία καὶ τὸ ἅγιον. χωρὶϲ τοῦ ἴχνοϲ ἰχνίον.
πρὸ τέλουϲ ἔχοντα τὸν τόνον μὴ ὑποκοριϲτικὴν ἔχοντα ϲημαϲίαν διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον ϲῆμα ϲημεῖον, ϲῶμα ϲωματεῖον, γράμμα γραμματεῖον. τὸ δὲ ϲωμάτιον καὶ γραμμάτιον ὑποκοριϲτικά ἐϲτι καὶ προπαροξύτονα καὶ διὰ τοῦ ι γράφεται.
ἅτινα διὰ τῆϲ ει διφθόγγου γράφεταr οἷον Κύκλωψ Κυκλώπειον ἔϲτι δὲ ὄροϲ ἐν Λιβύῃ, Φοῖνιξ Φοινίκειον, κῆρυξ Κηρύκειον.
ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Γύθειον, Ϲέρρειον ἡ πόλιϲ, Φίκειον ὄνομα τόπου. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέοϲ τοῦ ι. ῖϲωϲ δὲ ξυνέδραμε τῷ Ῥύτιον Αἴγιον Ϲούνιον. Βούδειον, Ϲίγειον, Λέπρειον Καυκώνων πόλιϲ, Ῥοίτειον πόλιϲ, Φύτειον, Κράνειον γυμνάϲιον ἐν Κορίνθῳ.
κώρειον, ζώτειον, γήτειον, χήλειον, γήρειον, βήχειον, κήτειον.
ἰδίωϲ παρ’ Ἀθηναίοιϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, γραφεῖον, πρεϲβεῖον, χαλκεῖον, λοφεῖον, πορθμεῖον, μουϲεῖον, βραβεῖον, φορεῖον, πορεῖον, ποδεῖον, πομπεῖον, ὀχεῖον. ϲεϲημείωται βαῖον ἐπὶ φοίνικοϲ διὰ τοῦ ι γραφόμενον.
διὰ τοῦ ι γράφεται οἷον Βυζάντιον, παρθένιον, γενέθλιον, θεοφάνιον, ϲυβόϲιον, αἰπόλιον χωρὶϲ τῶν κτητικῶν διὰ τὸ Ἀνακτόρειον καὶ Ἡράκλειον.
ὀρφανοτροφεῖον, ίχθυοτροφεῖον, ίαμβεῖον, βαλανεῖον, ὀπτανεῖον, ὅπερ παρὰ τοῖϲ Ἀττικοῖϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται. πρόϲκειται «μονογενῆ » διὰ τὸ ἐναντίον. « πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα διὰ τὸ αἰπόλιον καὶ ἀρτοπώλιον. ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ » διὰ τὸ παιδίον· οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ· οὐ γὰρ πάντα τὰ τριϲύλλαβα
διὰ τοῦ ι. ἰδοὺ γὰρ τὸ πτωχεῖον, πορνεῖον, πρωτεῖον διὰ τῆϲ ει διφθόγγου γράφεται.
Κλεάδειον, Γορδίειον, Δοκιμίειον πόλειϲ Φρυγίαϲ, Δορυλάειον, Κοτιάειον, Καπετωλίειον καὶ ἐν ϲυναιρέϲει Καπετώλειον.
Βενδίδειον, Θετίδειον, Ἡράκλειον, Ποϲειδύνειον, Χαρώνειον, Αἰάκειον κτλ.
διὰ τὸ ξεῖνοϲ ξένοϲ ἄξεινον.
ϲοφίζω· ϲεϲημείωται τὸ ἔρειϲμα ἐκ τοῦ ἐρείδω γενόμενον, ὅ ἐϲτιν ὑποϲτήριγμα, καὶ δάνειϲμα.
διὰ τοῦ ι γράφεται οἰον τρίζω, ϲχίζω, πρίζω, κτίζω, χαρίζω, χω ῥιζῶ, βαπτίζω, ὀνειδίζω, αἰκίζω, πορίζω, Λυδίζω, λακτίζω. ϲεϲημείωται τὸ δανείζω, χρζω, κλῄζω, μείζω. τὸ μὲν δανείζω ἀπὸ τοῦ δάνειον γέγονε δανειάζω ὥϲπερ γένειον γενειάζω καὶ ἐν ϲυγκοπῇ δανείζω. τὸ δὲ χρῇζω διὰ τοῦ η γράφεται καὶ μετὰ τοῦ ῖ, ἐπειδὴ ἀπὸ
τοῦ χρέοϲ γέγονε χρείζω καὶ κατὰ τροπὴν τοῦ ε εἰϲ η καὶ ϲυναιρέϲει τοῦ ι γέγονε χρῇζω. ὡϲαύτωϲ ἀπὸ τοῦ κλέοϲ κλείζω καὶ κληίζω καὶ κλiζω κατὰ διάλεκτον. τὸ δὲ μειζω διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ μείζων ϲυγκριτικοῦ γέγονε· τὸ δὲ μείζων ϲυγκριτικὸν γράφεται διὰ διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ μέγαϲ γέγονε μεγάτεροϲ ὁ πρῶτοϲ τύποϲ
καὶ ὁ δεύτεροϲ μεγίων καὶ ὁ τρίτοϲ ὁ διὰ δύο ϲϲ μέϲϲων. τὰ δὲ δύο 53 54 ϲϲ μετέπεϲεν εἰϲ ζ καὶ ἀπετελέϲθη μέζων καὶ ἐν πλεοναϲμῷ τοῦ ι μείζω,
τείνω· εἰ δὲ μὴ ἐκφέρεται διὰ τοῦ ἑ, διὰ τοῦ ι γράφεται οἶον κλίνω κλινῶ, κρίνω κρινῶ.
διὰ τὸ κρίνω κλίνω· «ἀπὸ ἁπλῶν» δὲ κδιὰ τοῦ γραφομένων» διὰ τὸ κρίνω καὶ ϲυγκρίνω.
θῶ θείω, ϲῶ ϲείω, κῶ τὸ ὑπνῶ, ἐξ οὗ κῶμα ὁ ὕπνοϲ, κείω, οὗ ὁ μέλλων κείϲω καὶ παθητικὸν κείομαι καὶ κατὰ ϲυγκοπὴν κεῖμαι, ὀλῶ ὀλείω, κιχῶ κιχείω, ὄψω ὀψείω, βρώϲω βρωϲείω, ποιήϲω ποιηϲείω, γαμήϲω γαμηϲείω, τελῶ τελείω, κρατῶ κρατείω, ῥιγῶ ῥιγείω, ὀκνῶ ὀκνείω, θάλπω θαλπείω.
ἀνδρεῖοϲ ἀνδρειῶ, ἀχρεῖοϲ ἀχρειῶ. τὸ ἐϲθίω, ἀτίω, ἀΐω τὸν τόνον ἀμείψαντα τὴν διὰ τοῦ ι γραφὴν ἐφύλαξαν, οἷϲ ἀκόλουθον καὶ τὸ μαϲτίω ἐκ τοῦ μαϲτίζω γενόμενον.
τὸ ο διὰ τοῦ ι γράφεται, ιω, ὅπερ καὶ περιϲπᾶται, ἐξ οὗ 55 καὶ ἱημι, μνίω τὸ ἐϲθίω, τίω διφορεῖται περὶ τόνον οὐ περὶ γραφήν, λιῶ ὂ κεὶ αὐτὸ διφορεῖται γεγονὸϲ ἀπὸ τοῦ λῶ λιῶ τὸ θέλω, πίω, ἀφ’ οὗ πίϲω καὶ πιπίϲκω, ψίω, κτιῶ, ἐξ οὖ τὸ «εὐκτίμενον πτολίεῦρον», δίω τὸ διώκω. ϲημειωτέον τὸ εἴω τὸ πορεύομαι διὰ τῆϲ εα διφθόγγου γραφόμενον. πρόϲκειται «μὴ παρ’ ἐνεϲτῶτα ἢ μέλλοντα
παρηγμένα» διὰ τὸ θῶ θείω, ϲῶ ϲείω, κῶ κείω. «μηδὲ ἀπὸ πλεοναϲμοῦ ἔχοντα τὸ ι» διὰ τὸ χέω χείω, πνέω πνείω. «μηδὲ ἔχοντα ἀντιπαρακείμενον τὸ ο» διὰ τὸ κλείω κλοιόϲ.
κυλίϲω, μηνίω μηνίϲω τὸ ὀργίζομαι ὥϲπερ καὶ τὸ μηνιῶ περιϲπώμενον, δηριῶ δηρίϲω. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ » διὰ τὸ κλείω κλείϲω. πρόϲκειται «βαρύτονα» διὰ τὸ ἀχρειῶ ἀχρειώϲω, τελειῶ τελειώϲω. πρόϲκειται «κλινόμενα εἰϲ μέλλοντα» διὰ τὸ κιχείω, ὄ ϲημαίνει τὸ καταλαμβάνω καὶ τὸ ὀλείω ὃ ϲημαίνει τὸ ἀπόλλυμι, καὶ ὀψείω ὃ ϲημαίνει
τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆϲαι· ἀλλ’ οὐ κλίνεται εἰϲ μέλλοντα.
ταῦτα, φημὶ δὲ τὸ θεῖναι, δοῦναι, εἰναι ὡϲ διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ν κλιτικόν κτλ.
παρακελευϲματικὸν ἐπίρρημα καὶ τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ οἴκοι. περιϲπώμενα τὰ τοπικὰ Δώρια τουτεὶ, τηνεῖ, πεῖ, αὐτεῖ. τὸ δὲ ἐκεῖ ἀποκέκοπται.
56
οἱονεί δύο μέρη λόγου ἐϲτίν τὸ οἷον ὄνομα καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ. τὸ δὲ ὡϲπερεί τρία μέρη λόγου ἐϲτίν. ἔϲτι γὰρ ὡϲ ἐπίρρημα καὶ τὸ πέρ ϲύνδεϲμοϲ παραπληρωματικὸϲ καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ.
μεθ’ ὡν καὶ οὐχί καὶ πρωΐ ὀξύτονα.
τοῦ ι γράφεται, ἀπνευϲτί, ἀνωϊϲτί, ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί. τὸ ι ἔϲθ’ ὅτε καὶ ϲυνεϲταλμένωϲ προφέρεται ἀδείᾳ ποιητικῇ. τὰ δὲ παρωνύμωϲ παρηγμένα τινὲϲ διὰ τῆϲ εἰ διφθόγγου, τινὲϲ δὲ διὰ τοῦ ι μακροῦ γράφουϲιν.
διὰ τοῦ θ ἀμοθεί, ἀμοχθεί. τὸ ἀμιϲθί ϲεϲημείωται μόνον διὰ τοῦ ι. τὸ λ. ἀϲυλεί, πανομιλεί, ἀναυλεί, οἰϲ ἀκόλουθον καὶ τὸ ἀμέλει. τὸ μ πανδημεί, ἀτρεμεί, ἠρεμεί. τὸ ξ αὐτολεξεί. τὸ ρ ἀμετρεί. τὸ αὐτοχειρί δὲ διὰ τοῦ . τὸ φ παμψηφεί. τὸ χ τριϲτοιχεί, ἀμαχεί. τὸ ψ παμψηφεί.
ὑπάρχον διὰ τοῦ ῑ γράφεται, ῥάδιον, τάχιον, ἔγγιον.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.