ἀκριβῶϲ λέγουϲιν· εἰ γὰρ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι ἡ μετοχὴ ζάϲ ὥϲπερ ϲτάϲ καὶ τὸ θηλυκὸν ζᾶϲα ὥϲπερ ϲτᾶϲα. νῦν δὲ ζῶν ἐϲτιν ἡ μετοχὴ καὶ τὸ θηλυκὸν ζῶϲα· καὶ εἰ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι τὸ πρῶτον τῶν πληθυντικῶν ζάμεν ὥϲπερ φάμεν. νυνὶ δὲ ζῶμέν ἐϲτιν ὥϲπερ βοῶμεν. ἄρα οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.