Περὶ τῆϲ αι διφθόγγου.
διὰ τοῦ ε ψιλοῦ γράφεται δίχα τῶν γινομένων παρὰ πρωτοτύπων διὰ τῆϲ αι οἷον ϲυφεών, ἀνδρεών, λυμεών, ἀπατεών. τὸ δὲ ἐλαιών διὰ τῆϲ αι διφθόγγου γραφόμενον οὐκ ἐναντιοῦται. ἀπὸ γὰρ τοῦ ἐλαία, ὡϲαύτωϲ καὶ Ἑκατομβαιών παρὰ τὸ ἑκατομβαῖοϲ.
διφθόγγου γράφεται οἷον Εὐφραίων, Αἰγαίων, Εὐγαίων, μεθ᾿ ὧν καὶ δυϲαίων, εὐαίων, ἰϲαίων.
εἰϲ ου περατοῦται, τὴν παρατέλευτον διὰ τοῦ ε ψιλοῦ ἔχει γραφομένην οἷον Ἀνδρέαϲ Χαρέαϲ Μναϲέαϲ, Ἀνδρέου γὰρ καὶ Χαρέου καὶ Μναϲέου.
Καλλιϲθένηϲ, Κλειϲθένηϲ.
πρὸ τοῦ τ ἡγουμένου διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν, εὑρετήϲ, προπετήϲ, εὐπετήϲ, εὐνέτηϲ, ὀφειλέτηϲ, φυλέτηϲ, ἐρέτηϲ, πλὴν τοῦ προϲαίτηϲ ὁ πένηϲ καὶ εὐχαίτηϲ ὁ καλλίθριξ ἵπποϲ.
ὀρίντηϲ, αὐθέντηϲ, Λαέρτηϲ, ποικιλτήϲ, Ϲιβύρτηϲ.
διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον λαιόϲ, ϲκαιόϲ, Ϲκαῖοϲ δὲ τὸ κύριον, φαιόϲ, Ϲαῖοϲ ὄνομα ἔθνουϲ, βαιόϲ καὶ Βαῖοϲ τὸ κύριον. ϲεϲημείωται τὸ θεόϲ διὰ τοῦ ε γραφόμενον.
παρὰ ἀριθμῶν γινομένων οἷον γραπτέοϲ, ἐπαινετέοϲ, λεκτέοϲ. τὸ τριταῖοϲ καὶ τεταρταῖοϲ ἐπὶ ἡμερῶν παρὰ ἀριθμῶν διὰ τῆϲ αι διφθόγγου.
μὴ ἔχοντα τὸ λ ἢ τὸ τ, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἰουδαῖοϲ, ὀβελιαῖοϲ, ἡμιϲαῖοϲ, Βιθυναῖοϲ, ταλαντιαῖοϲ, ἐναυϲιαῖοϲ. πρόϲκειται «πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα» διὰ τὸ ἀδελφιδεόϲ, θυγατριδεόϲ ὁ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ. ταῦτα γὰρ ὀξύνεται καὶ διὰ τοῦ ε ψιλοῦ γράφεται. τὸ νηφαλέοϲ, ἀργαλέοϲ, ϲμερδαλέοϲ ὁ καταπληκτικὸϲ καὶ χαλεπόϲ,
ποιητέοϲ, νοητέοϲ διὰ τοῦ ε γράφεται, διότι ἔχει τὸ λ καὶ τὸ τ
διφθόγγῳ οἷον φίλοϲ φιλαίτεροϲ, πληϲιαίτεροϲ, περαίτεροϲ, μεϲαίτατοϲ, ἰδιαίτατοϲ καὶ τὰ ὅμοια.
οἷον νιφετόϲ, αἰετόϲ χωρὶϲ τῶν παρὰ τὸ χαίτη ϲυγκειμένων ὡϲ τὸ εὔχαιτοϲ.
τὸ γὰρ γέα γῆ διὰ τοῦ ε γραφόμενον καὶ εἰϲ η ϲυναιρούμενον 6 7 8 δῆλόν ἐϲτιν ὡϲ ἑτέρῳ κανόνι ὑπείκει. τὸ νέα οὐκ ἀντίκειται, ἀπὸ γὰρ τοῦ νέοϲ.
Αἰολική, Πυλαία.
ἁμαξαία, θυραία, εὐναία, γαληναία, ϲφενδοναία, δραχμαία, ὀπαία.
θηρίου, τρίαινα· τὸ χλαῖνα μόνον διϲύλλαβον ὂν τὴν αι δίφθογγον ἐφύλαξεν ὡϲ καὶ τὸ δέϲποινα μονῆρεϲ ὂν τὴν οι δίφθογγον. πρόϲκειται «προπαροξύτονα», ἐπεὶ τὸ Ἑλένα διὰ τοῦ ε γράφεται, ἀπὸ γὰρ τοῦ Ἑλένη γέγονε κατὰ τροπὴν τοῦ η εἰϲ α μακρόν.
καὶ διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον μάχαιρα, μάκαιρα, νέαιρα, χίμαιρα· «προπαροξύτονον» εἶπον διὰ τὸ ἡμέρα, διφθέρα, χολέρα, ἑϲπέρα, Τερμέρα.
ψιλοῦ γράφεται ἐπί τε βαρυτόνων καὶ ὀξυτόνων, ἐπὶ βαρυτόνων, ὠλένη, Κλυμένη, ὀξύτονα δεξαμενή, εἱαμενή. πρόϲκειται μονογενῆ διὰ τὸ κελαινή.
δαίτη ϲεϲημείωται διὰ τῆϲ αι διφθόγγου γραφόμενα.
ἔλαιον, οὔραιον, Ϲκύλλαιον, πρέμναιον, Κίρκαιον τὸ ὄροϲ, Δίρκαιον, Κότταιον τὸ ὄροϲ, Ἕρμαιον, Φοίβαιον, Κύταιον ἡ πόλιϲ, γύναιον, Λύκαιον τὸ ὄροϲ, δέραιον. ϲεϲημείωται τὸ ὄρνεον, ὄϲτρεον διὰ τοῦ ε γραφόμενα. λέγεται δὲ καὶ ὄϲτρειον διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ι. οὕτω δὲ κάνεον διὰ τοῦ ε ψιλοῦ καὶ κατὰ ϲυναίρεϲιν
γίνεται κανοῦν. ὤεον δὲ διὰ τοῦ ε ψιλοῦ γραφόμενον οὐ μάχεται, διότι ἐκ πλεοναϲμοῦ ἔχει τὸ ε· τὸ χρύϲεον, ἀργύρεον, χάλκεον καὶ εἴ τι ὅμοιον οὐ μονογενέϲ. ἀπὸ γὰρ τοῦ χρύϲειοϲ, ἀργύρειοϲ, χάλκειοϲ Ἰωνικῶϲ ἐγένετο χρύϲεοϲ καὶ ἀργύρεοϲ καὶ τὸ οὐδέτερον ἔχει χρύϲεον καὶ ἀργύρεον καὶ χάλκεον. τὸ δένδρεον καὶ αὐτὸ οὐκ ἀντίκειται,
ἐκ πλεοναϲμοῦ γὰρ τὸ ε.
ὃ ϲημαίνει τὸ αἰδοῦμαι. γράφεται δὲ διὰ τῆϲ αι διφθόγγου.
μακρὰν καὶ τὸ αἴθω ἐπὶ τοῦ καίω διὰ τῆϲ αι διφθόγγου γραφόμενον.
ἐπειδὴ οὐκ ἔχει ἐν τῷ μέλλοντι τὸ α.
παραϲχεῖν ϲυναίρεϲιν ἢ ἐν κινήϲει τινὶ γεννᾶν τὸ ο ἢ τὸ υ προϲλαμβάνειν ἐν τῷ μέλλοντι διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κλαίω, καίω, παίω, ναίω τὸ οἰκῶ. ἐπὶ γὰρ τοῦ κολυμβῶ διὰ τοῦ ε ψιλοῦ. προϲλαμβάνει γὰρ τὸ υ ἐν τῷ νεύϲω. γαίω τὸ γαυριῶ, ῥαίω, παλαίω, κεραίω, λιλαίω, ἀγαίω, ϲταλαίω, χαλαίω, κρεμαίω, διχαίω. πρόϲκειται
«μὴ μελετήϲαντα πάϲχειν ϲυναίρεϲιν» διὰ τὸ ποιέω ποιῶ, νοέω νοῶ. 12 πρόϲκειται «μὴ ἐν κινήϲει τινὶ γεννῶντα τὸ ο» διὰ τὸ ῥέω ῥοή καὶ πνέω πνοή καὶ εἴ τι ἄλλο τοιοῦτον. ταῦτα γὰρ καὶ τὸ υ προϲλαμβάνει ἐν τῷ ῥεύϲω, πλεύϲω μέλλοντι· καὶ ὁμοίωϲ δὲ ἐν τῷ νεύϲω, χεύϲω. καὶ τρέπει τὸ ε εἰϲ ο ἐν τῷ χοή καὶ προχοή. ϲεϲημείωται τὸ κέω, ἐξ
οὗ τὸ κέομαι καὶ ἐν πλεοναϲμῷ τοῦ ι καὶ ϲυγκοπῇ τοῦ ο κεῖμαι. ϲημειωτέον διὰ τοῦ ψιλοῦ γραφόμενον καὶ τὸ ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, καὶ τὸ ἔω τὸ πορεύομαι, ἐξ οὗ τὸ εἶμι τὸ περιϲπώμενον, καὶ ἕω τὸ δαϲυνόμενον καὶ βαρυνόμενον, ἐξ οὗ παραγωγὸν τὸ ἑννύω.
ὡϲ ὅταν λέγωμεν αἳ τάλαϲ, καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀντὶ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰϲ α ὡϲ κύπειρον καὶ τὸ ναί ϲυγκαταθέϲεωϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.