Περὶ τῆϲ ει διφθόγγου.
λοιβή, ϲτείβω ϲτοιβή.
γλῶϲϲαν Λακώνων» διὰ τὸ βείδιοι· τοῦτο διὰ τῆϲ ει διφθόγγου γράφεται· βείδιοι λέγονται οἱ ἄρχοντεϲ παρὰ τοῖϲ Λακεδαιμονίοιϲ. βειέλοπεϲ οἱ λεγόμενοι ἱμάντεϲ — ὁ δὲ Δίδυμοϲ διὰ τοῦ ι γράφει — πρόϲκειται «εἰ μή ἐϲτι κατὰ πάθοϲ», ἐπειδή ἐϲτιν ἐὰν βῶ κατὰ προϲθήκην τοῦ ι ἐὰν βείω κατὰ πάθοϲ.
βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον.
δύϲλυτον αἴνιγμα, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ, γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ.
ι λέγεται
οἷον τριϲμάκαρεϲ, τριϲάθλιοϲ, τριϲάκιϲ, τριϲϲῶϲ, τριϲμύρια, τριϲόλβιοϲ. ϲεϲημείωται τὸ τρεῖϲ πληθυντικὸϲ ἀριθμὸϲ καὶ τὸ τρεῖϲ τὸ ῥῆμα τὸ ϲημαῖνον τὸ τρέμειϲ· ἐκ τοῦ τρῶ τρεῖϲ.
καὶ χείλεα φύρϲω» (ϲ 21), «κείμενον ἐν φέρτρῳ» (Ϲ 236) πλὴν τοῦ φθειρϲί παρὰ Ἀρχιλόχῳ «φθειρϲὶ μοχθίζοντα» ἀπὸ τοῦ φθείρ φθειρόϲ.
τοῦ χείρ ἐν παντὶ ἀριθμῷ καὶ ἐν πάϲῃ πτώϲει διήλλαξεν ἐν τῇ πληθυντικῇ δοτικῇ «χερϲὶ μὲν οὔτοι ἔγωγε μαχήϲομαι» (Α 301), οὐκέτι δὲ χειρϲί· τοῦτο δὲ ἐν παραγωγῇ οὐ χέρεϲϲιν εἶπεν ἀλλὰ χείρεϲϲι «τοίω τὼ χείρεϲϲι ὑφ᾿ ἡμετέρῃϲι» (Ε 559).
οἷον ψιλόϲ, ψιλή, ψιλίον· ϲημαίνει δὲ τὸ ἐπιτιθέμενον ἐν ἄκροιϲ τῶν χειρῶν, ὅπερ ἐν τῇ ϲυνηθείᾳ ψέλιον εἰώθαϲι λέγειν διὰ τοῦ ε. ψίω τὸ ἐμβρωματίζω.
παρακείμενοϲ· οὐκ ἔϲτι δὲ ἀλλὰ μέμιγα.
τοῦ κ διίϲταται τὸ ι καὶ γίνεται ἐΐϲκω διὰ μὴ δύναϲθαι τὴν ει δίφθογγον προηγεῖϲθαι, ἡνίκα ἐϲτὶν τὸ ϲκ ἐν ϲυλλήψει· ἡνίκα δὲ γίνεται ϲύλληψιϲ, ἀποβάλλει τὸ ε καὶ γίνεται ἴϲκω διὰ τοῦ ι.
δευτέρᾳ ϲυλλαβῇ τὸ ι τὸ υ διὰ τοῦ ι γράφεται, δριμύϲ, ἰλύϲ, Τῖφυϲ, Τῖρυϲ, κῖκυϲ, βριθύϲ, πίτυϲ, Ἶριϲ, ἶβιϲ, Ἶϲιϲ, ῥιπίϲ, Βιθυνία, Λακινία.
οὕτω καὶ παρὰ τὸ λείπω λιμόϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.