Περὶ τῆϲ ἐπὶ τέλουϲ ϲυλλαβῆϲ.
Ϲιδών, Χαλκηδών, δελφίν, Ϲαλαμίν. πρόϲκειται ἀρϲενικὰ καὶ θηλυκὰ διὰ τὰ οὐδέτερα· ταῦτα γὰρ πολλάκιϲ πρὸ τοῦ ν ἔχει δίφθογγον οἷον ὀϲτοῦν, χρυϲοῦν, χαλκοῦν, ἀργυροῦν.
τὸ θείνεϲθαί ἐϲτι· καὶ γὰρ ἐν αἰγιαλῷ θείνονται καὶ τύπτονται τὰ κύματα· ἢ παρὰ τὸ θέειν, καὶ γὰρ ἐν αἰγιαλῷ θέει ἤγουν τρέχει τὰ κύματα. τὸ δὲ ῥείϲ παρὰ τὸ ῥεῖν γέγονε, καὶ γὰρ ἐκ τῆϲ ῥινόϲ ῥέουϲι καὶ κατέρχονται τὰ περιττώματα τῆϲ κεφαλῆϲ. ἀκολουθῶν οὖν ταύτῃ τῇ ἐτυμολογίᾳ εἴρηκεν αὐτὸ διὰ τῆϲ ει διφθόγγου. ἡ δὲ παράδοϲιϲ
οἶδεν αὐτὸ διὰ τοῦ ι γράφεϲθαι.
ποταμοῦ ἀπὸ τοῦ εἴρω τὸ ϲυμπλέκω, πολύχειρ, αὐτόχειρ, ἑκατόγχειρ, ἀντίχειρ, χρυϲοέθειρ, Βέχειρ, Ϲάπειρ, Ἀλάζειρ, Λίγειρ, Ἐλάτειρ, μεθ᾿ ὧν τὰ Βοιωτικὰ πατείρ, μήτειρ. ϲεϲημείωται τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ Ἐνδυμίωνοϲ, ἀφ᾿ οὗ τὸ «Φθιρῶν ὄροϲ ἀκριτόφυλλον» (Β 868).
μάϲτξ, θρίξ, ψίξ, Τέμμιξ, Φοῖνιξ, Χοῖνξ, ἆϊξ, πίφιξ.
ἐπερείδεταί τιϲ· «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ κλείϲ, ὅθεν καὶ τὸ κατάκλειϲ «κοινολεκτούμενα»· τὸ γὰρ εὐϲεβήϲ καὶ εὐγενήϲ διὰ τῆϲ ει διφθόγγου γράφουϲιν οἱ Βοιωτοί.
αἱματόεν, τιμήειϲ τιμῆεν, ἑρϲήειϲ ἑρϲῆεν, ἠχήειϲ, κερόειϲ, φωνήειϲ, εἷϲ ἕν.
τὴν ει δίφθογγον, οἷον κίϲ, λίϲ πλὴν τοῦ κλείϲ καὶ κτείϲ. πρόϲκειται «μονογενῆ» διὰ τὸ εἷϲ τριγενέϲ. «κοινολεκτούμενα» διὰ τὸ μείϲ.
ὄντα ἀποϲτρέφεται τὴν διὰ τῆϲ ει διφθόγγου γραφήν εἰ δέ τι διὰ τῆϲ ει διφθόγγου εὑρεθῇ γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον τὸ ε οἷον Πάριϲ, ὄφιϲ, μάντιϲ, Θέτιϲ, κράϲτιϲ. πίϲτιϲ, ὄρνιϲ, Βούϲιριϲ, Ὄϲιριϲ, Ἦτιϲ ὄνομα πόλεωϲ, λιπόπατριϲ, Εὔπολιϲ ἄπολιϲ, κνημίϲ, ἀϲπίϲ, ῥανίϲ, βολίϲ, ψηφίϲ, κρηπίϲ, Ἐλευϲίϲ. πρόϲκειται «κατὰ
κοινὴν διάλεκτον» ἐπειδὴ οἱ Βοιωτοὶ τὸ λέβηϲ πένηϲ παῤ ἡμῖν διὰ τοῦ η γραφόμενα διὰ τῆϲ ει γράφουϲιν οἷον λέβειϲ, πένειϲ. πρόϲκειται «εἰ δέ τι εὑρεθῇ διὰ τῆϲ ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον τὸ ε» διὰ τὸ χαρίειϲ χαρίεντοϲ, τιμήειϲ τιμήεντοϲ, εἷϲ ἑνόϲ, κτείϲ κτενόϲ. ταῦτα γὰρ διὰ τῆϲ ει γράφεται καὶ ἔχει ἐν
τῇ γενικῇ τὸ ε ἀναφαινόμενον. δεῖ ϲημειώϲαϲθαι τὸ κλείϲ κλειδόϲ, ὃ ϲημαίνει τὸ κλειδίον καὶ τὰ παῤ αὐτὸ οἷον κατάκλειϲ κατάκλειδοϲ, ἀντήρειϲ ἀντήρειδοϲ. ϲημαίνει δὲ πᾶν εἰϲ ὃ ἐπερείδεταί τιϲ. ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ οὐκ ἔχει τὸ ε ἐν τῇ γενικῇ ἀναφαινόμενον. ἀντιτιθέαϲι δέ τινεϲ πρὸϲ τὸν λόγον τὸν λέγοντα «εἰ δέ
τι εὑρεθῇ διὰ τῆϲ ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ τὸ ε», ἰδοὺ γὰρ τὸ ὄφιϲ ὄφεωϲ καὶ πόλιϲ πόλεωϲ καὶ μάντιϲ μάντεωϲ καὶ τὰ ὅμοια ἔχει ἐν τῇ γενικῇ τὸ ε ἀναφαινόμενον καὶ οὐ γράφεται διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι. πρὸϲ οὕϲ ἐϲτιν εἰπεῖν, ὅτι τοῦτο γίνεται, ἐπειδὴ οὐκ ἔϲτι κοινὸν τὸ ε, ἀλλὰ κατὰ Ἀττικούϲ.
ἐϲτι γὰρ ὄφιϲ ὄφιοϲ κοινῶϲ. οἱ Ἀττικοὶ οὖν ἔτρεψαν τὸ ι εἰϲ ε καὶ τὸ ο εἰϲ ω καὶ ἐγένετο ὄφεωϲ καὶ πόλεωϲ.
γράφεται, ἵνα εὑρεθῇ ἀπὸ τοῦ ε ἀρχόμενον.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.