ΠΕΡΙ ΑΝΕΚΦΩΝΗΤΟΥ.
ἔχουϲι τοὺϲ ὦπαϲ. οὕτωϲ εὗρον εἰϲ τὸ ῥητορικὸν λεξικὸν τὴν λέξιν· καὶ εἰϲ τὸ ἀνεκφώνητον Ἡρωδιανόϲ.
οἷον τῷ κοχλίᾳ, τῷ Χρύϲῃ, τῷ καλῷ. πρόϲκειται «ἐν μιᾷ ϲυλλαβῇ» διὰ τὸ Λάϊοϲ (ἔϲτι δὲ ὄνομα κύριον) καὶ ἠϊών ὁ αἰγιαλόϲ καὶ ἥρωϊ. Ἰδοὺ γὰρ ἐνταῦθα τὸ ι μετὰ τοῦ α μακροῦ καὶ μετὰ τοῦ η καὶ μετὰ τοῦ ω οὐκ ἔϲτιν ἀνεκφώνητον, ἀλλ᾿ ἐκφωνούμενον οἷον Λάχητι, λέβητι, ἡδέϊ, ταχέϊ, τῇ Ϲαπφόϊ, τῇ Λητόϊ.
1
προϲγεγραμμένον ἢ ὅτι τὰ εἰϲ ν λήγοντο ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τὶ ἀνεκφώνητον.
ἀκριβῶϲ λέγουϲιν· εἰ γὰρ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι ἡ μετοχὴ ζάϲ ὥϲπερ ϲτάϲ καὶ τὸ θηλυκὸν ζᾶϲα ὥϲπερ ϲτᾶϲα. νῦν δὲ ζῶν ἐϲτιν ἡ μετοχὴ καὶ τὸ θηλυκὸν ζῶϲα· καὶ εἰ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι τὸ πρῶτον τῶν πληθυντικῶν ζάμεν ὥϲπερ φάμεν. νυνὶ δὲ ζῶμέν ἐϲτιν ὥϲπερ βοῶμεν. ἄρα οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.