Περὶ ϲυντάξεωϲ.
necesse est etiam sequentem a consonanti incipere ut «artus» «ille» «arduus» nisi sit compositum ut «abeo» «adeo» «pereo». Herodianus tamen de orthographia ostendit rationabilius esse sonoriusque quantum ad ipsam vocis prolationem in compositis quoque simplicium regulam in ordinandis syllabarum literis servaro.
δὲ ἐπὶ τοῦ κατάγω ὁμοίωϲ τῷ μετ᾿ αὐτὸ α ϲυμβιβάζεται, ἐν ϲυναλοιφῇ δὲ ἐπὶ τοῦ κατ᾿ ἐμὲ τῷ ἐφεξῆϲ ϲυγγράφεται.
μὲν γὰρ τοῦ ἄγω τὸ γ μετὰ τοῦ ω ἐϲτὶ καὶ οὐ μετὰ τοῦ α. ἐπὶ δὲ τοῦ φέρω τὸ ρ μετὰ τοῦ ω ἐϲτι καὶ οὐ μετὰ τοῦ ε. καὶ ἐπὶ τῶν ἑξῆϲ ὁμοίωϲ. πρόϲκειται ἐν τῷ κανόνι «ἐν ἑνὶ μέρει λόγου» ἤγουν ἐν μιᾷ λέξει, ἐπειδὴ ἐὰν εὑρεθῶϲι δύο μέρη λόγου ἤγουν δύο λέξειϲ, οὐ ϲυνάπτεται 1 τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρὶϲ εὑρίϲκεται τὸ ϲύμφωνον τῆϲ προηγουμένηϲ λέξεωϲ, καὶ χωρὶϲ τὸ φωνῆεν τῆϲ ἐπιφερομένηϲ οἷον ὑπὲρ Ἀπολλωνίου, ϲὺν Ἀπολλωνίῳ, πρὸϲ Ἀπολλώνιον. ἐπὶ τούτων γάρ, ἐπειδὴ δύο λέξειϲ εἰϲίν, οὐ ϲυνάπτεται τὸ
ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρίϲ ἐϲτι τὸ ϲύμφωνον καὶ χωρὶϲ τὸ φωνῆεν. ἐπὶ μὲν γὰρ τοῦ ὑπὲρ Ἀπολλωνίου τὸ ρ χωρίϲ. ἐϲτι καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ ϲὺν Ἀπολλωνίῳ τὸ ν χωρὶϲ καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ πρὸϲ Ἀπολλώνιον τὸ ϲ χωρὶϲ καὶ τὸ α χωρίϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἐχόντων ἔκθλιψιν· ἐπὶ τούτων γὰρ τὸ ϲύμφωνον
τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον κατ᾿ Ἀπολλωνίου, μετ᾿ Ἀριϲτάρχου, ἐπ᾿ αὐτῷ, κατ᾿ αὐτόν, καθ᾿ ἡμῶν. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰ καὶ δύο λέξειϲ εἰϲί, τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται, ἐπειδὴ ἔκθλιψιϲ ἐγένετο.
ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἆν νέκυαϲ» (Il. Κ 298). τὸ δὲ αἴτίον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται.
φθέγγομαι κατὰ πλεοναϲμὸν τοῦ θ γίνεται· παρὰ τὸ φῶ τὸ λάμπω γίνεται φέγγοϲ καὶ φέγγω φθέγγω παρὰ τὸ εἰϲ φῶϲ ἄγειν τὰ τοῦ νοῦ.
Ἡρωδιανόϲ.
Theogn. 12, 26 et 85, 7: Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ χε ϲυλλαβῆϲ ἀρχομένη φεύγει τὴν διὰ τῆϲ αι διφθόγγου γραφήν· ϲεϲημειωμένου τοῦ χαίτη, ὃ δηλοῖ τὴν τρίχα· γέγονε δὲ ἀπὸ τοῦ κρατῶ κράτη· ἐκβολῇ τοῦ ρ καὶ τροπῇ τοῦ κ εἰϲ χ καὶ πλεοναϲμῷ τοῦ ι χαίτη. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ. ἔτι δὲ καὶ τὸ χαίρω καὶ χαίνω
καὶ τὸ χαιόϲ, ὃ δηλοῖ τὴν ῥάβδον, καὶ τῶν παῤ αὐτῶν ϲυγκειμένων τοῦ χαιρέκακοϲ καὶ τῶν ὁμοίων.
ι γράφεται κατὰ παράδοϲιν· ὤφειλε δὲ ἐκ τῆϲ ἐτυμολογίαϲ διὰ διφθόγγου γράφεϲθαι. τὰ γὰρ ἀπὸ δοτικῆϲ τῶν εἰϲ οϲ οὐδετέρων ϲυντιθέ γίνεται τοιοῦτον τὸν τρόπον· εἰ μὲν φωνῆεν ἐπιφέρεται ἢ ἓν ἁπλοῦν ϲύμφωνον, φυλάττεται ἡ ει δίφθογγοϲ οἷον ὄρει ὀρείαυλοϲ, ὀρειγενήϲ ὁ ἐν τῷ ὄρει γεννηθείϲ, ἔγχει ἐγχείμοροϲ. εἰ δὲ δύο ϲύμφωνα
ἐπιφέρηται, ἀποβάλλουϲι τὸ ἔγχει ἐγχίκτυποϲ, ὄρει ὀρίτροφοϲ χωρὶϲ τῶν παρὰ τὸ κάλλοϲ καὶ τὸ ὕψοϲ οἷον καλλιπάρθενοϲ, ὑψίθρονοϲ. κρεῖττον δὲ ϲημειοῦϲθαι μόνα τὰ παρὰ τὸ κάλλοϲ· περὶ γὰρ τῶν δοκούντων παρὰ τὸ ὕψοϲ εἶναι λέγεται, ὅτι παρὰ τὸ ὕψι ἐπίρρημά εἰϲι. τούτων οὕτωϲ ἐχόντων τὸ ὀρίγανον ὤφειλε διὰ τῆϲ ει
διφθόγγου γράφεϲθαι· παρὰ γὰρ τὴν ὄρει δοτικὴν καὶ τὸ γάνοϲ τὸ ϲημαῖνον τὴν χαρὰν γίνεται· τὸ γὰρ ὀρίγανον ἐν τῷ ὄρει χαίρει. ἀλλὰ διὰ τοῦ ι ἐπεκράτηϲε λέγεϲθαι. Ἡρωδιανόϲ.
τοῦ ε εἰϲ α. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ ι μακροῦ.
καὶ προπλεῖν) καὶ πρῷρα καλεῖται κατὰ Ἡρωδιανὸν ἐτυμολογοῦντα αὐτὴν παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι, πρόϊρά τιϲ οὖϲα καὶ πρῷρα, προϲγεγραμμένον ἔχουϲα τὸ ι.
ὥϲπερ δὲ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα, αὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα καὶ τῷ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.
ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰϲ ραα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ τὸ ι μόνον, ἀλλ᾿ ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα ἢ μετὰ τοῦ ο οἷον μοῖρα ἢ μετὰ τοῦ ε οἷον ϲτεῖρα. ϲεϲημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα. τὸ μὲν εἰρά διφορεῖται κατὰ τὴν
ἐτυμολογίαν· εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τὸ ι. τὸ δὲ Κάειρα πρὸϲ μὲν τὸν παραϲχηματιϲμὸν διὰ τοῦ ι· ὥϲπερ γὰρ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα οὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα· τῷ δὲ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.
E. Orion. 17, 14: αἴγειροϲ παρὰ τὸ αἴρεϲθαι εἰϲ ὕψοϲ καὶ αὔξεϲθαι, ὅθεν Ὅμηρόϲ φηϲι (Od. η 106) «μακεδνῆϲ αἰγείροιο». οὕτωϲ εὗρον ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανοῦ.
ῥηματικὰ τῇ ει διφθόγγῳ παραλήγεται οἷον μάϲϲω μάγειροϲ, πέπτω πέπειροϲ, ὀνῶ ὄνειροϲ. οὕτωϲ οὖν καὶ ἀΐϲϲω αἴγειροϲ ἢ παρὰ τὸ 13 14 αἴρω τουτέϲτιν εἰϲ ὕψοϲ αἴρεϲθαι καὶ αὐξάνεϲθαι. Quum in hoc E. Magni loco etymon ἀΐϲϲω primo loco positum et in Choer. Orthogr. 177,
altera originatio ne commemorata quidem sit, praeterea etiam ap. Theogn. 71, 22 ἀΐϲϲω αἴγειροϲ legatur, apparet in E. Orionis Herodiani
adnotamentum omissum et explicationem ab eo alienam ei obtrusuam esse. Quare sic Herodianum, ut est ap. Choerob., de voce egisse pro certo affirmem:
τὰ γὰρ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουϲι παραλήγεϲθαι· οἷον ἀΐϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ· τὸ δὲ αι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ γέγονεν ἀπὸ τοῦ ἀΐϲϲω αἴγειροϲ κατὰ κρᾶϲιν.
μερίζων. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
Θρῖοϲ ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ ὄνομα κύριον. οὕτωϲ οὖν καὶ Κρῖοϲ. πρόϲκειται ἀρϲενικὰ διὰ τὸ νειόϲ, ὃ ϲημαίνει τὴν ἀρουμένην γῆν· ἔϲτι δὲ θηλυκόν· ϲεϲημείωται ταῦτα, θεῖοϲ, Κεῖοϲ ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ. οὕτω δὲ λέγουϲιν οἱ Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ.
χρεῖοϲ παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖοϲ (ϲημαίνει δὲ τὸν Διόνυϲον) διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό, τινὲϲ δὲ διὰ τῆϲ ει διφθόγγου.
τῇ ἄγρᾳ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
E. Orion. 76, 26: ἵμεροϲ· παρὰ τὸ ἵημι ἵεϲθαι· «ἵετο γὰρ βαλέειν» (Π 383 et 866). ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον. οὕτωϲ Ἡρωδιανόϲ.
ἐν τῇ ὀρθογραφίᾳ.
ὡϲ δέδεικται μοι ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ.
τῷ ει ϲτοιχείῳ ἐμφερέϲ, τὸ δὲ τῆϲ ὀπιϲθίαϲ τῷ ω Εἰὼ τὴν βοῦν ὠνόμαϲεν· ὥϲτε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆϲ ει διφθόγγου, δεῖ γὰρ Εἰώ. ὁ μέντοι Ἡρωδιανόϲ φηϲι διὰ τοῦ ι παρὰ τὸ ἰέναι ϲχηματιζόμενον, ὅτι πολλήν, φηϲίν, ἦλθεν γῆν.
καὶ λέγει ὁ Δίδυμοϲ, ὅτι διὰ τοῦ ι ὤφειλε γράφεϲθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐϲτίν, ὅπερ ϲημαίνει τὴν μεγάλωϲ περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ερι ἐπίταϲιν. ὁ δὲ Φιλόξενοϲ λέγει, ὥϲ φηϲιν ὁ τεχνικόϲ, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡϲ καὶ ὁ Δίδυμόϲ φηϲιν. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωϲεν οὐ διὰ τοῦ ι γράφεϲθαι, ἀλλὰ
διὰ τῆϲ ει διφθόγγου τῆϲ παραδόϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ἔϲτι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεοναϲμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω.
οἷόν ἐϲτι τὸ φείδω φιδῶ· οὕτωϲ ἐϲτὶ καὶ τὸ ἀπιθῶ ῥῆμα, ὅπερ ἀεὶ παῤ Ὁμήρῳ γράφεται διὰ τοῦ ι ὡϲ ἀπὸ τοῦ πιθῶ δευτέρου μέλλοντοϲ γενόμενον, παῤ ἡμῖν δὲ διὰ διφθόγγου γράφεται ἐκ τοῦ ἀπειθήϲ ὀνόματοϲ καθὰ καὶ τὸ ἀφειδῶ ῥῆμα ἐκ τοῦ ἀφειδήϲ.
E. M. 520, 15: κλίϲιον: ὁ μὲν τεχνικὸϲ διὰ τῆϲ ει διφθόγγου γράφει, ὁ δὲ Ἡρωδιανὸϲ διὰ τοῦ ι· λέγει ὅτι παρὰ τὸ κλείω ἐϲτίν, ὃ ϲημαίνει τὸ περιέχω. καὶ ἐκεῖθεν κλιϲιάϲ καὶ κλίϲιον τὸ ὑποκοριϲτικόν. τοῦτο παρὰ μὲν Ὁμήρῳ ϲυϲτέλλει τὸ ι καὶ προπαροξύνεται οἷον «περὶ δὲ κλίϲιον θέε πάντῃ» (ω 208), παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ ἐκτείνεται
τὸ ι καὶ παροξύνεται ὡϲ τὸ θηρίον· τὰ γὰρ διὰ τοῦ ι παρώνυμα τρβράχεα προπαροξύνεται ϲτόμα ϲτόμιον, θρόνοϲ θρόνιον, πτύξ πτυχόϲ πτύχιον. οὕτωϲ καὶ κλιϲιάϲ κλίϲιον· τὰ δὲ δακτυλικὰ πρὸ μιᾶϲ ἔχει τὸν τόνον.
Choer. Orth. 266, 27: τρεῖϲ: τὸ περιϲπώμενον διὰ τῆϲ ει διφθόγγου· καὶ ὤφειλε διὰ τοῦ ι γράφεϲθαι, ἐπειδὴ τριῶν ἐϲτι ἡ γενικὴ τῶν 26 27 28 29 30 πληθυντικῶν καὶ τριϲὶν ἡ δοτική. τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούϲῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουϲι τὸ ι κατὰ τὴν παραλήγουϲαν οἷον πόλιϲ πολίων πόλιεϲ, ὄφιϲ ὀφίων ὄφιεϲ· εἰ οὖν τριῶν καὶ τριϲίν, δῆλον ὅτι καὶ
τρίεϲ διὰ τοῦ ι καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ι καὶ τοῦ ε εἰϲ ι δῆλον ὅτι μακρὸν τρῖϲ διὰ τοῦ ι ὥϲπερ πόλιεϲ πόλιϲ, μάντιεϲ μάντιϲ. ἀλλὰ λέγει ὁ τεχνικόϲ, ὅτι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ τρίϲ ἐπιρρήματι, τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου. καὶ ἄλλωϲ ὅτι οἱ Αἰολεῖϲ διὰ τοῦ η γράφουϲιν αὐτὸ τρῆϲ ἔθοϲ ἔχοντεϲ
τὴν ει δίφθογγον εἰϲ η τρέπειν.
ϲημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρέων. τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγου, ὥϲ φηϲιν Ἡρωδιανόϲ.
βαρυτόνων διὰ τοῦ ντ κλινομένων διὰ τῆϲ ει διφθόγγου γράφεται, λέων 31 32 33 34 35 λεόντειοϲ δορά (τὸ κύριον διὰ τοῦ ι), δράκων δρακόντειον αἷμα, γέρων γερόντειοϲ, Ἀνακρέων Ἀνακρεόντειοϲ, Λαομέδων Λαομεδόντειοϲ καὶ τὰ ἀπὸ τῶν εἰϲ ων περιϲπωμένων, Ξενοφῶν Ξενοφώντειοϲ, Δημοφῶν Δημοφώντειοϲ πλὴν τοῦ Ποϲειδῶν Ποϲειδώνιοϲ καὶ τὰ ἀπὸ τῶν εἰϲ ων βαρυτόνων μὴ κλινομένων διὰ τοῦ ντ δίφθογγον ἔχει «Θέων Θεώνειοϲ,
Τρύφων Τρυφώνειοϲ πλὴν τοῦ Ἀπόλλων Ἀπολλώνιοϲ καὶ Ἀμμώνιοϲ. τὰ θηλυκὰ αὐτῶν ταῦτα διφθογγογραφεῖται Ἀπολλωνεία βάξιϲ καὶ Ἀπολλωνεία φήμη. οὕτωϲ Ἡρωδιανόϲ.
γράφεται, πρῶτον μὲν ὅτι λέγεται ὀπτανήϊον, δεύτερον δὲ τῷ λόγῳ τοῦ βαλανεῖον· λέγει δὲ ὁ Ἡρωδιανὸϲ καὶ ἐνταῦθα καὶ ἐν τῇ καθόλου, ὅτι παρὰ τοῖϲ Ἀττικοῖϲ καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, οἷον ὀπτάνιον.
Phot. p. 99: θωρακείοιϲ: προμαχῶϲιν ἢ δρυφάκτοιϲ· λουρικίοιϲ διὰ διφθόγγου. οὕτωϲ αὐτὸ Ἡρωδιανόϲ.
νεῖν γὰρ οὐκ ἐπίϲταϲαι». ὁ μέλλων νήϲω· ἐκ τούτου γίνεται νηρόϲ, λέγεται ὁ ἰχθῦϲ ἀπὸ τοῦ νήχεϲθαι, ἐξ οὗ νηρίτηϲ ὡϲ τόποϲ τοπίτηϲ.
E. Orion. 108, 26: Νέαιρα τὸ ἔϲχατον τῆϲ κοιλίαϲ. νέατον τὸ ἔϲχατον. ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν. Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
altera sequitur nunc non satis ab illa distincta:
νείατον ὡϲ ἔϲχατον· ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν.
δηλοῖ ἐν οἷϲ λέγει τοιαῦτα· αἱ εἰϲ οϲ ὀξύτονοι γενικαὶ ϲυντιθέμεναι ϲυμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ο λέγονται οἷον Ζηνόϲ Ζηνόθεοϲ, θριπόϲ θριπόβρωτοϲ, ἁλόϲ ἁλοθήκη, ἢ διὰ τοῦ ι οἷον Αἰγίπαν, πυρίχαλκοϲ, νυκτίκοραξ. οὕτωϲ οὖν φηϲι καὶ ἁλοτρίβανοϲ ὡϲ ἁλοπώληϲ καὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ε ἁλετρίβανοϲ μήποτε Δώριόν ἐϲτιν.
οἱ γὰρ τὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντεϲ καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.
λέγει γάρ, ὥϲπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ γίνεται ἀριδείκετοϲ, οὕτω τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντηϲ καὶ πλεοναϲμῷ τοῦ γ ἀργιφόντηϲ.
τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ «εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318)· κἀνταῦθα γὰρ ἀποδῷ. διὸ καὶ τὸ ι ἔχει προϲκείμενον· μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ.
Choer. Gaisf. 857, 18, Cram. IV 34: τὸ φῄϲ οὐκ οἶδεν ὁ Ἀπολλώνιοϲ ϲὺν τῷ ι γεγραμμένον· ἡ δὲ παράδοϲιϲ καὶ ὁ Ἡρωδιανὸϲ ϲὺν τῷ ι οἶδεν.
ἔχειν τὸ ι ἀλλὰ κατὰ παράδοϲιν ἔχει τὸ ι. — τινὲϲ δὲ θέλουϲι λέγειν ὑπὲρ τοῦ φῄϲ· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰϲ μι ἔϲχε, τὴν δὲ γραφὴν ὡϲ ἀπὸ τῶν εἰϲ ω ἀπὸ τοῦ φῶ. τὰ γὰρ εἰϲ ω θέλειἔχειν ἐν δευτέρῳ καὶ τρίτῳ προϲώπῳ δίφθογγον μετὰ τοῦ ι· ἄλλοι δὲ θέλουϲιν αὐτὸ εἶναι Δωρικὸν ὥϲπερ τὸ ζῇϲ, οἷϲτιϲι καὶ ὁ τόνοϲ ἀντίκειται· ὤφειλε
γὰρ περιϲπᾶϲθαι καὶ τὸ τρίτον τῶν ἑνικῶν. ὤφειλε γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖν τὸ τρίτον.
τεχνικόϲ. οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ η μετὰ τοῦ ῖ καὶ χωρίϲ. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, λέγει ὅτι ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω. καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ᾿ εὐφημιϲμὸν ἔλεγον πάντεϲ «δήειϲ» τουτέϲτιν εὑρήϲειϲ. ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ι, λέγεται ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω
κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰϲ η. καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα κτλ.
γυναῖκαϲ ἢ ἵππουϲ, τὸ δὲ δμῳαί τὰϲ δούλαϲ. καὶ οὐκ ὤφειλεν ἔχειν τὸ ι, ὅτι ἐϲτὶ Τρώϲ Τρωόϲ καὶ δμώϲ δμωόϲ χωρὶϲ τοῦ ι καὶ μετάγεται ἡ γενικὴ εἰϲ εὐθεῖαν καὶ γίνεται Τρωόϲ καὶ δμωόϲ χωρὶϲ τοῦ ι. λέγει δὲ ὁ τεχνικόϲ, ὅτι ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν «Τρωϊάδαϲ γυναῖκαϲ» (Il. Ι 139) καὶ ἵππουϲ. καὶ Τρῳούϲ ἀντὶ τοῦ Τρωικοὺϲ
ἢ ἄνδραϲ ἢ ἵππουϲ (Ψ 291). ἀποβολῇ τοῦ κ Τρωΐουϲ καὶ ϲυναιρέϲει Τρῳούϲ.
τῷ ι, Μίνωϲ Μινῷοϲ, ἥρωϲ ἡρῷοϲ· οὕτω ϲῶϲ ϲῷοϲ. ὁ δὲ Ἡρωδιανὸϲ λαβόμενοϲ αὐτοῦ λέγει, ὅτι τὸ ϲῶϲ ἀπὸ τοῦ ϲῶοϲ πέπονθε. λέγει δὲ πάλιν ὁ τεχνικόϲ, ὅτι οὐδέν ἐϲτιν εἰϲ ωϲ μονοϲύλλαβον πλέον ἀρϲενικὸν εἰ μὴ τοῦτο. δεῖ δὲ γινώϲκειν ὅτι τὸ ϲῶοϲ ἄνευ τοῦ ι ἡ παράδοϲιϲ οἶδε· καὶ λέγει ὁ τεχνικόϲ, ὅτι ἐϲτὶ ϲώω ϲώϲω διὰ 3o τοῦ ω μεγάλου ὡϲ γνώω γνώϲω καὶ ϲόω διὰ τοῦ ο μικροῦ. ταῦτα τρέπουϲι τὸ τελευταῖον ω εἰϲ οϲ καὶ γίνεται ἐκ τοῦ ϲώω τὸ ϲῶοϲ, ἐκ δὲ τοῦ ϲόω τὸ ϲόοϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.