LVII. καὶ ὁ μὲν ἄρχων ἐπιμελεῖτ]αι τούτ[ων· ὁ] δὲ βασιλεὺς
1
πρῶτον μὲν μυστηρίων ἐπιμελεῖτ[αι μετὰ τῶν ἐπιμελητῶν ὧ]ν ὁ δῆμ[ος
2
3
4
5
χ]ειροτονεῖ, δύο μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ᾿ ἑξ Εὐμολπιδῶν, ἕνα] δ᾿ ἐκ Κηρ[ύκω]ν. ἔπειτα Διονυσίων τῶν ἐπὶ Ληναίῳ· ταῦτα δέ ἐστι πομπή τε καὶ ἀγών. τ]ὴν μὲν οὖν πο[μπ]ὴν κοινῇ πέμ|πουσιν ὅ τε βασιλεὺς
6
καὶ οἱ ἐπιμεληταί, τὸν δὲ ἀγῶνα διατίθησιν ὁ βασιλεύς. τίθησι δὲ καὶ
τοὺς τῶν λαμπάδων ἀγῶνας ἅπαντας· ὡς δ᾿ ἔπος εἰπεῖν καὶ τὰς παρἰους θυσίας διοικεῖ οὖτος πάσας. γραφαὶ δὲ λαγχάνονται πρὸς αὐτὸν ἀσεβείας,
7
κἄν τις ἱερωσύνης ἀμφισβητῇ πρός τινα. διαδικάζει δὲ καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν ἱερῶν ἁπάσας οὖτος. λαγχάνονται δὲ καὶ αἱ τοῦcpovou δίκαι πᾶσκι πρὸς τοῦτον, καὶ ὁ προαγορεύων
εἴργεσθαι τῶν νομίμων οὖτός ἐστιν. εἰσὶ δὲ φόν[ου] δίκαι καὶ
8
τραύματος, ἄν μὲν ἐκ προνοίας ἀποκτείνῃ ἢ τρώσῃ, ἐν Ἀρείῳ πάγῳ, καὶ φαρμάκων, ἐὰν ἀποκτείνῃ δούς, καὶ πυρκαιᾶς· ταῦτα γὰρ ἡ βουλὴ μόνα δικάζει· τῶν δ᾿ ἀκουσίων καὶ βουλεύσεως κἂν οἰκέτην ἀποκτείνῃ τις ἢ
9
10
11
12
μέτοικον ἢ ξένον, οἱ οἱ Παλλαδίῳ· ἐὰν δ᾿ ἀποκτεῖναι μέν τις ὁμολογῇ, φῇ
13
δὲ κατὰ τοὺς νόμους, οἶον μοιχὸν λαβὼν ἢ ἐν πολέμῳ ἀγνοήσας ἢ ἐν ἄθλῳ ἀγωνιζόμενος, τούτ[ῳ] ἐπὶ Δελφινίῳ δικάζουσιν· ἐὰν δὲ φεύγων φυγὴν ὦν αἴδεσίς ἐστιν αὐτίαν ἔχη ἀποκτεῖναι ἢ τρῶσαί τινα, τούτῳ δ᾿ ἐν
Φρεάτου δικάζουσιν· ὁ δ᾿ ἀπολογεῖται προσορμισάμενος ἐν πλοίῳ· δικάζουσι
14
δ᾿ οἱ λαχόντες ταῦ[τ᾿ ἐφέται] πλὴν τῶν ἐν Ἀρείῳ πάγῳ γιγνομμένων, εἰσάγει δ᾿ ὁ βασιλεύς, καὶ δικάζο[υ]σιν ἐν ἱερ[ῷ] καὶ ὑπαίθριοι, καὶ ὁ βασιλεὺς ὄταν δικάζῃ περιαιρεῖται τὸν στέφανον. ὁ δὲ τὴν αἰτίαν ἔχων τὸν μὲν ἄλλον χρόνον εἴργεται τῶν ἱερῶν καὶ οὐδ᾿ εἰς τὴν ἀγορὰν ν[όμος] ἐμβαλεῖν
αὐτῷ· τότε δ᾿ εἰς τὸ ἱερὸν εἰσελθὼν ἀπολογεῖται. ὅταν δὲ μὴ εἰδῇ τὸν
15
16
17
18
19
ποιήσαντα, τῷ δράσαντι λαγχάνει. δικάζει δ᾿ ὁ βασιλεὺς καὶ οἱ φυλοβασιλεῖς
20
καὶ τὰς τῶν ἀψύχων καὶ τῶν ἄλλων ζῴων.