LVI. λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τ’ ἄρχων καὶ ὁ βασιλεὺς καὶ ὁ
1
πολέμαχος δύο ἕκαστος οὓς ἂν βούληται, καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ τρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν. καὶ ὁ μὲν ἄρχων εὐθὺς εἰσελθὼν πρῶτον μὲν κηρύττει, ὅσα τις
2
εἶχεν πρὶν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἀρχήν, ταῦτ’ ἔχειν καὶ κρατεῖν μέχρι ἀρχῆς τέλους. ἔπειτα χορηγοὺς τραγῳδοῖς καθίστησι τερεῖς ἐξ ἁπάντων
3
Ἀθηναίων τοὺς πλουσιωτάτους· πρότερον δὲ καὶ κωμῳδοῖς καθίστη πέντε, νῦν δὲ τούτοις αἱ φυλαὶ φέρουσιν. ἔπειτα παραλαβὼν τοὺς χορηγοὺς τοὺς ενηνεγμένους ὑπὸ τῶν φυλῶν εἰς Διονύσια ἀνδράσιν καὶ παισὶν καὶ κωμῳδοῖς,
καὶ εἰς θαργήλια ἀνδράσιν καὶ παισίν (εἰσὶ δ’ οἱ μὲν εἰς Διονύσια φυλάς, εἰς Θαργήλια δυοῖν φυλαῖν εἷς· παρέχει δ’ ἐν μ[έρ]ει τῶν φυλῶν) τούτοις τὰς ἀντιδόσεις ποιεῖ καὶ τὰς σκήψεις εἰσ[άγει, ἐά]ν τις ἢ λελῃτουργη[κέ]ν[αι] φῇ πρότερον ταύτην τὴν λῃτουρ[γίαν, ἢ ἀ]τελὴς εἶναι, λελῃτ[ου]ργ[ηκὼς ἑ]τέραν λῃτουργίαν καὶ τῶν χρόνων αὐτῷ τῆς
ἀτελ]είας μὴ ἐξεληλυθό[των, ἢ τὰ] ἔτη μὴ γεγονέναι· δεῖ γὰρ τὸν τοῖς παι[σὶν χορ]ηγοῦντα ὑπὲρ τετταρά[κον]τα ἔτη γεγονέναι. καθίστησι δὲ καὶ εἰς Δῆλον χορηγοὺς καὶ ἀρχ[ι]θέω[ρον τῷ] τριακοντορίῳ τῷ τοὺς ῄθέους ἄγοντι. πομπῶν δ’ ἐπιμελεπῖτ[αι τῆς τ]ε τῷ Ἀσικληπιῷ γιγνομένης, ὅταν
4
οἰκουρῶσι μύσται, καὶ τῆς Διονυσίων τῶν μ[εγά]λων μετὰ τῶν ἐπιμελητῶν,
οὓς πρότερον μὲν ὁ δῆμος ἐχειροτόνει δέκα ὄντας, κ[αὶ τὰ] εἰς τὴν πομπὴν
5
6
7
8
ἀναλώματα παρ’ αὑτῶν[ν] ἀνήλι[σ]κον, νῦν δ’ ἕνα τῆς φυλῆ[ς ἑς]άστης
9
κληροῖ καὶ δίδωσιν εἰς τὴν κατασκευὴν ἑκατὸν μνᾶς. ἐπιμελ[εῖτα]ι δὲ
10
καὶ τῆς εἰς Θαργήλια καὶ τῆς τῷ Διὶ τῷ Σωτῆρι. διοικεῖ δὲ καὶ τὸν ἀγῶνα τῶ[ν Διο]νυσίων οὗτος καὶ τῶν Θαργηλίων. ἑορτῶν μὲν οὖν ἐπιμελεῖται
μελεῖται τούτων. γραφαὶ δ[ὲ καὶ] δίκαι λαγχάνονται πρὸς αὐτὸν, ἃς
11
ἀνακρίνας εἰς τὸ δικαστήριον εἰσάγει, γο]νέων κακώσεως αὗται δ’ εἰσὶν ἀζήμιοι τῷ βουλομένῳ δ[ι]ώκειν), ὀρφανῶν κακώσεως αὗται δ’ εἰσὶ κατὰ τῶν ἐπιτρόπων), ἐπικλήρου κακώσε[ως . . . . αὗτ]αι δ’ εἰσὶ κατὰ τῶν] ἐπιτρόπων καὶ τῶν συνοικούντων), οἴκου ὀρφανικοῦ κακώσεως εἰσὶ δὲ καὶ
αὗται κατὰ τῶν] ἐπιτρό[π]ων), παρανοίας, ἐάν τις αἰτιᾶταί τινα παρανοοῦντα τὰ [ . . . . . . . . . . ἀ]πολλύν[αι], εἰς δατητῶν αἵρεσιν, ἐάν τις μὴ
12
13
14
θέλῃ κοινὰ τὰ ὄντα νέμεσθαι], εἰς ἐπι[τρ]οπῆς κατάσταιν, εἰς ἐπιτροπῆς
15
διαδικασίαν, εἰς ἐμφανῶν κατάστασ]ιν, ἐπίτρ[οπ]ον αὑτὸν ἐγγράψαι, κλήρων καὶ ἐπικλήρων ἐπι[δικασίαι. ἐπιμελεῖτ]αι δὲ καὶ τῶν ὀρφ]ανῶν καὶ τῷ
16
ἐπικλήρων καὶ τῶν γυναικῶν ὅσαι ἄν τελευτ[ήσαντος τοῦ ἀνδ]ρὸς σκή[πτω]νται
κυειν· καὶ κύριός ἐστι τοῖς ἀδικοῦσιν ἐπιβάλ[λειν ἢ εἰσάγειν εἰς] τὸ δικα[στή]ριον. μισθοῖ δὲ καὶ τοὺς οἴκους τῶν ὀπφανῶν καὶ τῶν ἐπικλ[ήρων, ἕως ἄν τετταρ]ακαιδε[κέ]τις γένηται, καὶ τὰ ἀποτιμήματα λαμβάν[ει· καὶ τοὺς ἐπιτρόπους], ἐὰν μὴ δι]δῶσι τοῖς παισὶ τὸν σῖτον, οὗτος εἰσπράττει.