LV. αὖται μὲν οὖν αἱ ἃ κληρωταί τε καὶ κύριαι τῶν εἰ[ρη]μένων
1
[πάντ] ων εἰσίν. οἱ δὲ καλούμενοι ἐννέα ἄρχοντες τὸ μὲν ἐξ ἀρχῆς
2
3
τρόπον καθίσταντο εἴρ]ηται· νῦν] δὲ κληροῦσιν θεσμοθέτας μὲν ἕξ καὶ γραμματέα τούτοις, ἔτι δ’ ἄρχοντα καὶ βασιλ[έ]α καὶ πολέμαρχον κατὰ μέρος ἐξ ἑκάστης φυλῆς. δοκιμάζονται δ’ οὗτοι πρῶτον μὲν ἐν τῇ
4
β[ουλ]ῇ τοῖς φݲ πλὴν τοῦ γραμματέως, οὗτος δ’ ἐν δικαστηρίῳ μόνον
οἱ ἄλλοι ἄρχοντ[ες] (πάντες γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ δοκιμασθέντες ἄρχουδιν), οἱ δ’ ἐννέα ἄ[ρ]χοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν ἐν δικαστηρίῳ. καὶ πρότερον μὲν οὐκ ἦρχεν ὅντ[ιν’] ἀποδοκιμάσειεν ἡ βουλή, νῦν δ’ ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον,κ καὶ τοῦτο κύριόν ἐστι τῆς δοκιμ[α]σίας. ἐπερωτῶσιν δ’, ὅταν δοκιμάζωσιν, πρῶτον μὲν ’τίς |
5
σοι πατήρ καὶ πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήp. καὶ τίς μήτηρ,
6
καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων’ ; μετὰ δὲ ταῦτα, εἰ ἔστιν αὐτῷ Ἀπόλλων πατρῷος καὶ Ζεὺς ἑρκεῖος, καὶ ποῦ ταῦτα τὸ ἱερά ἐστιν, εἶτα ἠρία εἰ ἔστιν καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ, [καὶ] τέλη τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται. ταῦτα δ’
‘κ[ά]λει’, φησίν, ‘τούτων τοὺς μάρτυρας’. έπειδὰν δὲ παράσχηται τοὺς
7
μάρτυρας, ἐπερωτᾷ τούτου βούλεταί τις κατηγορεῖν’; κἂν μὲν ᾗ τις κατήγορος, δοὺς κατηγορίαν καὶ ἀπολογίαν οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ τὴν ἐνπιχειροτονίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς βούληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον. καὶ πρότερον μὲν εἶς ἐνέβαλλε τὴν
ψῆφον, νῦν δ’ πάντας ἐστὶ διαψηφίζεσθαι περὶ αὐτῶν, ἵνα, ἄν· τις πονηρὸς ὢν ἀπαλλάξῃ τοὺς κατηγόρους, ἐπὶ τοῖς δικασταῖς γένηται τοῦτον ἀπ[ο]δοκιμάσαι. δοκιμασθέν δὲ τοῦτον τὸν τρόπον βαδίζουσι πρὸς τὸν λίθον ἐφ’ ο[ὗ] τὰ τόμι’ ἐστίν, έφ’ οὗ καὶ οἱ διατηταὶ ὀμόσαντες ἀποεἴηται]
8
9
φαίνονται τὰς διαίτας καὶ οἱ μάρτυρες ἐξόμνυνται τὰς μαρτυρίας· ἀναβάντες
10
δ’ ἐπὶ τοῦτον ὀμνύουσιν δικαίως ἄρξειν καὶ κατὰ τοὺς νόμους, καὶ δῶρα μὴ λήψεσθαι τῆς ἀρχῆς ἕνεκα, κἄν τι λάβωσι ἀνδριάντα ἀναθήσειν χρυσοῦν. ἐντεῦθεν δ’ ὀμόσαντες εἰς ἀκρόπολιν βαδίζουσιν καὶ πάλιν ἐκεῖ ταὐτὰ
ὀμνύουσι, καὶ μετὰ ταῦτ’ εἰς τὴν ἀρχὴν εἰσέρχονται.