LVIII. ὁ δὲ πολέμαρχος θύει μὲν θυσίας τήν τε τῇ Ἀρτέμιδι τῇ
1
ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δ᾿ ἀγῶνα τὸν ἐπιτάφιον [καὶ] τοῖς
τετελευτηκόσιν ἐν τῷ πολέμῳ καὶ Ἀρμοδίῳ καὶ Ἀριστογείτονι ἐναγίαματα ποιεῖ. δίκαι δὲ λαγχάνονται πρὸς αὐτὸν ἴδιαι μόνον, οἵ τε τοῖς μετοίκοις
2
καὶ τοῖς ἰσοτελέσι καὶ τοῖς προξένοις γιγνόμεναι. καὶ δεῖ τοῦτον λαβόντα καὶ διανείμαντα δέκα μέρη τὸ λαχὸν ἑκάστῃ τῇ φυλῇ μέρος προσθῖναι, τοὺς δὲ τὴν φυλὴν δικάζοντας τοῖς διαιτηταῖς ἀποδοῦναι. αὐτὸς
3
4
ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινά, τοῦτο δέ ἐστιν, ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον, καὶ τὸν μὲν βαλόντα ἀγνοῇ, αὐτὸ δὲ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον. Epitome ἐπὶ Πρυτανείῳ: φονικὸν δικαστήριον, ὅταν τὸ μὲν ἀποκτεῖναν βέλος ἢ λίθος ἤ τι τοιοῦτον φανερὸν ᾖ, ὁ δὲ δράσας μή. ἀρχαῖον γὰρ ἔθος ἦν τὸ καὶ τὰ ἄψυχα κρίνειν, εἰ χρὴ ἐξορίζεσθαι (exscr. Duid. et [ex Photio] Et. genuinum, unde Symeo et Et. M. 362,55). — Lex. Bekk. quint. (BA 311,15) ἐπὶ Πρυτανείῳ· ἐὰν λίθος ἢ σίδηρος ἢ ξύλον φανῇ (sic!), τὸν δὲ δράσαντα ἀγνοῇ (lex. Patm. 138,75). Cf Poll. VIII 120 τὸ ἐπὶ Πρυτανείῳ δικάζει περὶ τῶν ἀποκτεινάντων, κἂν ὦσιν ἀφανεῖς, δικάζει δὲ καὶ περὶ τῶν ἀψύχων τῶν ἐμπεσόντων καὶ ἀποκτεινάντων. προειστήκεσαν δὲ τούτου τοῦ δικαστηρίου οἱ φυλοβασιλεῖς, οὓς ἔδει τὸ ἐμπεσὸν ἄψυχον ὑπερορίσαι. haec omnia vix ex Aristotele desumpta.
5
6
δ᾿ εἰσάγει δίκας τάς τι τοῦ ἀπο[σ]τασίου καὶ ἀπροστασ[ί]ου καὶ κλήρων
7
καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλ᾿ ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος.