XXXI. ταύτην μὲν οὖν εἰς τὸν μέλλοντα χρόνον ἀνέγραψαν τὴν
1
πολιτείαν, ἐν δὲ τῷ παρόντι καιρῷ τήνδε· βουλεύειν μὲν τετρακοσίους κατὰ
2
3
4
τὰ πάτρια, τετταράκοντα ἐξ ἑκάστης φυλῆς, ἐκ προκρίτων ο]ὓς ἓλωνται
5
οί ξυλέται τῶν ὑπὲρ τριάκοντα ἒτη γεγονότων. τούτους δὲ τε ἀρχὰς καταστῆσκι κκὶ περὶ τοῦ ὃρκου ὃντινα κρὴ ὐμόσαι γράψαι, <καὶ> περὶ νόμων καὶ τῶν εὐθυ[νῶ]ν καὶ τῶν ἂλλων πράττειν ᾖ ἂν ἡγῶνται συμφέρειν.
τοῖς δὲ νόμοις οἳ ἂν τεθῶσιν περὶ τῶν πολιτικῶν χρῆσθαι καὶ μὴ ἐξεῖναι
6
μετακινεῖν μηδ’ ἑτέρους θέσθαι. τῶν δὲ στρατηγῶν τὸ νῦν εἶναι τὴν αἳρεσιν ἐξ ἁπάντων ποιεῖσθαι τῶν πεντακισχιλίων, τὴν δὲ βουλὴν ἐπειδὰν καταστῇ ποιήσασαν ἐξέτασιν <ἐν> ὃπλοις ἑλέσθαι δέκα ἂνδρας καὶ τούτοις, τοὺς δὲ αἱρεθέντας ἂρχειν τὸν εἰσιόντα ἐνιαυτὸν αὐτοκράτορας, καὶ
ἂν τι δέωνται συμβουλεύεσθαι μετὰ τῆς βουλῆς. ἑλέσθαι δὲ καὶ ἳππαρχον
7
ἓνα καὶ φυλάρχους δέκα· τὸ δὲ λοιπὸν τὴν αἳρεσιν ποιεῖσθαι τούτων τὴν βουλὴν κατὰ τὰ γεγραμμένα. τῶν δ’ ἂλλων ἀρχῶν πλὴν τῆς βουλῆς καὶ τῶν στρατηγῶν μὴ ἐξεῖναι μήτε τούτοις μήτε ἂλλῳ μηδενὶ πλέον ἢ ἃπαξ ἂρξαι τὴν αὐτὴν ἀρχήν. εἰς δὲ τὸν ἂλλον χρόνον, ἳνα νεμηθῶσιν οἱ τετρα-
κόσιοι εἰς τὰς τέτταρας λήξεις, ἓταν † τοῖς ἀστοῖς λίγνηται μετὰ τῶν ἂλλων βουλεύειν, διανειμάντων αὐτοὺς οἱ ἑκατὸν ἂνδρες.