τοῖς δὲ νόμοις οἳ ἂν τεθῶσιν περὶ τῶν πολιτικῶν χρῆσθαι καὶ μὴ ἐξεῖναι 6 μετακινεῖν μηδ’ ἑτέρους θέσθαι. τῶν δὲ στρατηγῶν τὸ νῦν εἶναι τὴν αἳρεσιν ἐξ ἁπάντων ποιεῖσθαι τῶν πεντακισχιλίων, τὴν δὲ βουλὴν ἐπειδὰν καταστῇ ποιήσασαν ἐξέτασιν <ἐν> ὃπλοις ἑλέσθαι δέκα ἂνδρας καὶ τούτοις, τοὺς δὲ αἱρεθέντας ἂρχειν τὸν εἰσιόντα ἐνιαυτὸν αὐτοκράτορας, καὶ
ἂν τι δέωνται συμβουλεύεσθαι μετὰ τῆς βουλῆς. ἑλέσθαι δὲ καὶ ἳππαρχον 7 ἓνα καὶ φυλάρχους δέκα· τὸ δὲ λοιπὸν τὴν αἳρεσιν ποιεῖσθαι τούτων τὴν βουλὴν κατὰ τὰ γεγραμμένα. τῶν δ’ ἂλλων ἀρχῶν πλὴν τῆς βουλῆς καὶ τῶν στρατηγῶν μὴ ἐξεῖναι μήτε τούτοις μήτε ἂλλῳ μηδενὶ πλέον ἢ ἃπαξ ἂρξαι τὴν αὐτὴν ἀρχήν. εἰς δὲ τὸν ἂλλον χρόνον, ἳνα νεμηθῶσιν οἱ τετρα-
κόσιοι εἰς τὰς τέτταρας λήξεις, ἓταν † τοῖς ἀστοῖς λίγνηται μετὰ τῶν ἂλλων βουλεύειν, διανειμάντων αὐτοὺς οἱ ἑκατὸν ἂνδρες.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.