XXXII. οἱ μὲν οὖν ἑκατὸν οἱ ὑπὸ τῶν πεντακισχιλίων αἱρεθέντες ταύτην ἀνέγραψαν τὴν πολιτείαν. ἐπικυρωθέντων δὲ τούτων ὑπὸ τοῦ πλήθους, ἐπιψηφίσαντος Ἀριστομάχου, ἡ μὲν βουγὴ <ἡ> ἐπὶ Καλλίου
διαβουλεῦσαι κατελύθη μηνὸς Θαργηλιῶνος τετράσι ἐπὶ δέκα, οἱ δὲ τετρακόσιοι εἰσῄεσαν ἐνάτῃ φθίνοντος Θαργηλιῶνος. ἒδει δὲ τὴν εἰληχυῖκν τῷ κυάμῳ βουλὴν εἰσιέναι δ ἐπὶ δέκα Σκιρφοριῶνος. ἡ μὲν οὖν ὀλιγαρχία
1
τοῦτον κατέστη τὸν τρόπον ἐπὶ Καλλίου μὲν ἒρχοντος, ἒτεσιν δ’ ὓστερον τῆς τῶν τυράννων ἐχβολῆς μάλιστα ἑκατόν, αἰτίων μάλιστα γενομένων
Πεισάνδρου καὶ Ἀντιφῶντος καὶ Θηραμένους, ἀνδρῶν καὶ γεγενημένων εὖ καὶ συνέσει καὶ γνώμῃ δοκούντων διαφέρειν. γενομένης | δὲ τάυτης
2
τῆς πολιτείας οἱ μὲν πεντακισχίλιοι λόγῳ μόνον ῄρέθηδαν, οἱ δὲ τετρα-
3
κόσιοι μετὰ τῶν δέκα τῶν αὐτοκρατόρων εἰσελθόντες εἰς τὸ βουλευτήριον ἦρχον τῆς πόλεως, καὶ πρὸς Λακεδαιμονίους πρεσβευσάμενοι κατελύοντο τὸν
4
πόλεμον ἐφ’ οἶς ἐκάτεροι τυγχάνουσιν ἒχοντες. οὐχ ὑπακουόντων δ’ ἐκείνων
5
εἰ μὴ καὶ τὴν ἀρχὴν τῆς δαλάττης ἀφήσουσιν, οὓτως ἀπέστησαν.