XXX οἱ μὲν οὖν αἱρεθέντες ταῦτα συνέγραψαν. κυρωθέντων δὲ
1
τούτων εἳλοντο σφῶν αὐτῶν οἱ πεντακισχίλιοι τοὺς ἀναλράψοντας τὴν πολιτείαν ἑκατὸν ἂνδρας. οἱ δ’ αἱρεθέντες ἀνέγραψαν καὶ ἐξήνεγκαν τάδε. βουλεύειν μὲν κατ’ ἐνιαυτὸν τοὺς ὑπὲρ τριάκοντα ἔτη γεγονότας ἂνευ
2
μισθοφορᾶς· τούτων δ’ εἶναι τοὺς στρατηγοὺς καὶ τοὺς ἐννέα ἂρχοντας καὶ τὸν ἱερομνήμονα καὶ τοὺς ταξιάρχους καὶ ἱππάρχους καὶ φυλάρχους καὶ ἂρχοντας εἰς τὰ φρούρια κκὶ ταμίας τῶν ἱερῶν χρημάτων τῇ θε[ῷ] καὶ τοῖς ἂλλοις θεοῖς δέκα καὶ ἑλληνταμίας καὶ τῶν ἂλλων ὁσίων χρημάτων ἁπάντων εἲκοσιν οἳ διαχειριοῦσιν καὶ ἱεροποιοὺς καὶ ἐπιμελητὰς δέκα ἑκατέρους·
αἱρεῖσθαι δὲ πάντας τούτους ἑκ προκρίτων, ἐκ τῶν ἀεὶ βουλευόντων πλείους προκρίνοντας, τὰς δ’ ἂλλας ἀρχὰς ἁπάσας κληρωτὰς εἶναι καὶ μὴ ἐκ τῆς βουλῆς· τοὺς δὲ ἑλληνοταμίας οἳ ἂν διαχειρίζωσι τὰ χρήματα μὴ συμβουλεύειν. βουλὰς δὲ ποιῆσαι τέτταρας ἐκ τῆς ἡλικίας τῆς εἰρημένης
3
εἰς τὸν λοιπὸν χρόνον, καὶ τούτων τὸ λαχὸν μέρος βουλευειν, νεῖμαι δὲ
καὶ τοὺς ἂλλους πρὸς τὴν λῆξιν ἐκάστην· τοὺς δ’ ἑκατὸν ἂνδρας διανεῖμαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἂλλους τέτταρα μέρη ὡς ἰσαίτατα καὶ διακληρῶσαι, καὶ εἰς ἐνιαυτὸν βουλεύειν. < βουλεύεσθαι> δὲ ᾖ ἂν δοκῇ αὐτοῖς ἂριστα
4
ἓξειν περί τε τῶν χρημάτων, ὃπως ἂν δῷα ᾖ καὶ εἰς τὸ δέον ἀναλίσκηται, καὶ περὶ τῶν ἂλλων ὡς ἂν δύνωνται ἂριστα· κἂν τι δέλωσιν βουλεύσασθαι
μετὰ πλειόνων, ἐπεισκαλεῖν ἓκαστον ἐπείσκλητον ὃν ἂν ἐθέλῃ τῶν ἐκ τῆς αὐτῆς ἡλικίας· τὰς δ’ ἓδρας ποιεῖν τῆς βουλῆς κατὰ πενθήμερον, ἐὰν μὴ δέωνται πλείονων. κληροῦν δὲ τὴν βουλὴν τοὺς ἐννέα ἂρχοντας, τὰς δὲ χειροτονίας κρίνειν πέντε τοὺς λαχόντας ἐκ τῆς βουλῆς, καὶ ἐκ τουτων ἓνα κληροῦσθαι καθ’ ἑκάστην ἡμέραν τὸν ἐπιχηφιοῦντα. κληροῦν δὲ τοὺς
5
λαχόντας τέντε τοὺς ἐθέλοντας προσελθεῖν ἐναντίον τῆς βουλῆς, πρῶτον μὲν ἱερῶν, δεύτερον δὲ κήρὒξιν, τρίτον πρεσβείαις, τέταρτον τῶν ἂλλων· τὰ δὲ τοῦ πολέμου ὃταν δέῃ ἀκληρωτὶ προσαγαλόντας τοὺς στρατηγοὺς χρηματίζεσθαι. τὸν δὲ μὴ ἰόντα εἰς τὸ βουλευτήριον τῶν βουλευόντων τὴν
6
ὣραν τὴν προρρηθεῖσαν ὀφείλειν δραχμὴν τῆς ἡμέρας ἑκαστης, ἐὰν μὴ
εὑρισκόμενος ἂφεσιν τῆς βουλῆς ἀπῇ.