XXIX. ἓως μὲν οὖν ἰσόρροπα τὰ πράγματα κατὰ τὸν πόλεμον ἦν,
1
διεφύλαττον τὴν δημοκρατίαν. ἐπεὶ δὲ μετὰ τὴν ἐν Σικελίᾳ γενομένην συμφορὰν ἰσχυρότερα τὰ τῶν Λακεδαιμονίων ἐγένετο διὰ τὴν πρὸς βασιλέα
συμμαχίαν, ἠναγκάσθησαν κι[νήσα]ντες τὴν δημοκρατίαν καταστῆσαι τὴν επὶ τῶν πετρακοσίων πολιτείαν, εἰπόντος τὸν μὲν πρὸ τοῦ ψηφίσματος λόγον Μηλοβίου, τὴν δὲ γνώμην γράψαντος Πυθοδώρου το[δ Ἀναφλ]υ[σ]τίου, μάλιστα δὲ συμπεισθέντων τῶν πολλῶν διὰ τὸ νομίζειν βασιλέα μᾶ[λ]λον ἐαυτοῖς συμπολεμήσειν, ἐὰν δι’ ὀλίγων ποιήσωνται τὴν πολιτείαν. | ἦν δὲ
2
3
4
5
6
τὸ ψήφισμα τοῦ Πυθοδώρου τοιόνδε· τὸν δῆμον ἑλέσθαι μετὰ τῶν προυπαρχόντων
7
δέκα προβούλων ἂλλους εἲκοσι ἐκ τῶν ὑπὲρ τετταράκοντα ἓτη
8
γεγονότων, οἳτινες ὀμόσαντες ἦ μὴν συγγράψειν ἃν ἡγῶνται βέλτιστα εἶναι τῇ πόλει συγγράψουσι περὶ τῆς σωτηρίας· ἐξεῖναι δὲ καὶ τῶν ἂλλων
τῷ βουλουένῳ γράφειν, ἳν’ ἐξ ἁπάντων αἱρῶνται τὸ ἂριστον. Κλειτοφῶν
9
δὲ τὰ μὲν ἂλλα καθάπερ Πυθόδωρος εἶπεν, προσαναζητῆσαι δὲ τοὺς αἰρεθέντας ἒγραψεν καὶ τοὺς πατρίους νόμους οὓς Κλεισθένης ἒθηκεν ὃτε καθίστη τὴν δημοκρατίαν, ὃπως > ἀκούσαντες καὶ τούτων βουλεύσωνται τὸ ἂριστον, ὡς οὐ δημοτικὴν ἀλλὰ παραπλησίαν οὖσαν τὴν Κλεισθένους
πολιτείαν τῇ Σόλωνος. οἱ δ’ αίρεθέντες πρῶτον μὲν ἒγραψαν ἐπάναγκες
10
εἶναι τοὺς πρυτάνεις ἃπαντα τὰ λεγόυενα περὶ τῆς σωτηρίας ἐπιψηφίζειν, ἒπειτα τὰς τῶν παρανόμων γραφὰς καὶ τὰς εἰσαλλελίας καὶ τὰς προσκλήσεις ἐνεπῖλον, ὃπως ἂν οἱ ὀθέλοντες Ἀθηναίων συμβουλεύωσι περὶ τῶν προκειμένων· ἐὰν δέ τις τούτων χάριν ἢ ζημιοῖ ἢ προσκαλῆτια ἢ ἐἰσάγῃ εἰς
δικαστήριον, ἒνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς στρατηγούς, τοὺς δὲ δτρατηγοὺς παραδοῦναι τοῖς ἓνδεκα θανάτῳ ζημιῶσαι. μετὰ δὲ
11
ταῦτα τὴν πολιτείαν διέταξαν τόνδε <τὸν> τρόπον· τὰ μὲν χρήματα προσιόντα μὴ ἐξεῖναι ἂλλοσε δαπανῆσαι ἢ εἰς τὸν πόλεμον, τὰς δ’ ἀρχὰς ἀμίσθους ἂρχειν ἁπάσας ἓως ἂν ὁ πόλεμος ᾖ, πλήν τῶν ἐννέα ἀρχόντων
καὶ τῶν πρυτάνεων οἳ ἂν ὦσιν· τούτους δὲ φέρειν τρεῖε ὀβολοὺς ἓκαστον τῆς ἡμέρας. τὴν δ’ ἂλλην πολιτείαν ἐπιτρέψαι πᾶσαν Ἀθηναίων τοῖς δυνατωτάτοις καὶ τοῖς σώμασιν καὶ τοῖς χρήμασιν λῃτουργεῖν μὴ ἒλαττον ἢ πεντακισχιλίοις, ἓως ἃν ὁ πόλευος ᾖ· κυρίους δ’ εἶναι τούτους καὶ συνθήκας συντίθεσθαι πρὸς οὓς ἂν ἐθέλωσιν· ἑλέσθαι δὲ καὶ τῆς φυλῆς
ἑκάστης δέκα ἂνθρας ὐπὲρ τετταράκοντα ἒτη γεγονότας, οἳτινες καταλέξουσι τοὺς πεντακισχιλίους ὀμόσαντες καθ’ ἱερῶν τελείων.