XXVIII. ἓως μὲν οὖν Περικλῆς προειστήκει τοῦ δήμου βελτίω τὰ κατὰ
1
τὴν πολιτείαν ἦν, τελευτήσαντος δὲ Περικλέους πολὺ χείρω. πρῶτον γὰρ
2
τότε προστάτην ἒλαβεν ὁ δῆμος οὐκ εὐδοκιμοῦντα παρὰ τοῖς ἐπιεκέσιν· ἐν δὲ τοῖς πρότερον χρόνοις ἀεὶ διετέλουν οἱ ἐπιεικεῖς δημαγωγοῦντες. ἐξ
3
ἀρχῆς μὲν γὰρ καὶ πρῶτος ἐγένετο προστάστης τοῦ δήμου Σόλων, δεύτερος δὲ Πεισίστρατος, τῶν εὐγενῶν καὶ γνωρίμων· καταλυθείσης δὲ τῆς τυραννίδος Κλεισθένης, τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν, καὶ τούτῳ μὲν οὐδεὶς ἦν ἀντιστασιώτης, ὡς ἐξέπεσον οἱ περὶ τὸν Ἰσαγόραν. μετὰ δὲ ταῦτα τοῦ μὲν δήμου προειστήκει Ξάνθιππος, τῶν δὲ γνωρίμων Μιλτιάσης, ἂπειτα
Θεμιστοκλῆς καὶ Ἀριστείδης· μετὰ δὲ τούτους Ἐφιάλτης μὲν τοῦ δήμου, Κίμων δ’ ὁ Μιλτιάσου τῶν εὐπόρων· εἶτα Περικλῆς μὲν τοῦ δήμου, Θουκυδίδης δὲ τῶν έτέρων, κηδεστὴς ὢν Κίμωνος. Περικλέους δὲ τελευτὴ-
4
σαντος τῶν μὲν ἐπιφανῶν προειστήκει Νικίας ὁ ἐν Σικελίᾳ τελευτήσας, τοῦ δὲ δήμου Κλέων ὁ Κλεαινέτου, δς δοκεῖ μάλιστα διφθεῖραι τὸν δῆμον
τκῖς ὁρμαῖς, κκὶ πρῶτος ἐπὶ τοῦ βήματος ἀνέκραγε κκὰ ἐλοιδορήσατο καὶ περιζωσάμενος ἐδημηγόρησε, τῶν ἂλλων ἐν κόσμῳ λεγόντων. εἶτα μετὰ τούτους τῶν μὲν ἑτέρων Θηραμένης ὁ Ἅγνωνος, τοῦ δὲ δήμου Κλεοφῶν ὁ λυροποιός, ὃς καὶ τὴν διωβελίαν ἐπόρισε πρῶτος· καὶ χρόνον μέν τινα
5
6
7
8
9
διεδίδοτο, μετὰ δὲ ταῦτα κατέλυσε Καλλικράτης Παιανιεὺς πρῶτος ὑποσχόμενος
10
ἐπιθήσειν πρὸς δυοῖν ὀβολοῖν ἂλλον ὀβολόν. τούτων μὲν οὖν ἀμφοτέρων θάνατον κατέγνωσαν ὓστερον· εἲωθεν γὰρ, κἂν ἐξαπατηδῇ τὸ πλῆθος, ὓστερον μισεῖν τούς τι προαγαγόντας ποιεῖν αὐτοὺς τῶν μὴ καλῶς
ἐχόντων. ἀπὸ δὲ Κλεοφῶντος ἢδη διεδέχοντο συνεχῶς τὴν δημαγωγάν
11
οἱ μάλιστα βουλόμενοι θρασύνεσθαι καὶ χαρίζεσθαι τοῖς πολλοῖς, πρὸς τὰ παραυτίκα βλέποντες. δοκοῦσι δὲ βέλτιστοι γεγονέναι τῶν Ἀθήνησι
12
πολιτευσαμένων μετὰ τοὺς ἀρχαίους Νικίας καὶ Θουκυδίδης καὶ Θηραμένης. καὶ περὶ μὲν μὲν Νικίου καὶ Θουκυδίδου πάντες σχεδὸν ὁμολογοῦσιν ἂνδρας
γεγονέναι οὐ μόνον καλοὺς κἀγαθοὺς ἀλλὰ καὶ πολιτικοὺς καὶ τῇ πόλει πάση πατρικῶς χρωμένους, περὶ δὲ Θηραμένους διὰ τὸ συμβῆναι κατ’ αὐτὸν ταραχώδεις τὰς πολιτείας ἀμφισβήτησις τῆς κρίσεώς ἐστι. δοκεῖ μέντοι τοῖς μὴ παρέργως ἀποφαινομένοις οὐχ ὢσπερ αὐτὸν διαβάλλουσι πάσας τὰς πολιτείας καταλύειν, ἀλλὰ πάσας προάγειν ἓως μηδὲν παρανομοῖεν, ὡς
δυνάμενος πολιτεύεσθαι κατὰ πάσας, ὃπερ ἑστὶν ἀγαθοῦ πολίτου ἒργον, παρανομούσαις δὲ οὐ συγχω[ρ]ῶν ἀλλ’ ἀπεχθανόμενος.