XXVII. μετὰ δὲ ταῦτα πρὸς τὸ δημαγωγεῖν ἐλθόντος Περικλέους καὶ
1
πρῶτον εὐδοκιμήσαντος ὃτε κατηγόρησε τὰς εὐδύνας Κίμωνος στρατη-
2
γοῦντος νέος ὤη δημοτικωτέραν ἒτι συνέβη γενέσθαι τὴν πολιτείαν· καὶ γὰρ τῶν Ἀρεοπαγιτῶν ἒνια παρείλετο εαὶ μάλιστα προύτρεψεν τὴν πόλιν
ἐπὶ τὴν ναυτικὴν δύναμιν, ἐξ ἦς συνέβη δαρρήσαντας τοὺς πολλοὺς ἃπασαν τὴν πολιτείαν μᾶλλον ἂγειν εἰς αὑτους. μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυ-
3
μαχίαν ἑνὸς δεῖ πεντηκοστῷ ἒτει ἐπὶ Πυθοδώρου ἂρχοντος ὃ προὸς Πελοποννηδίους ἐνέστη πόλεμος, ἐν ᾦ κατακλειδθεὶς ὁ δῆμος ἐν τῷ ἂστει καὶ συνεθισθεὶς ἐν ταῖς στρατείαις μισθοφορεῖν, τὰ μὲν ἑκὼν τὰ δὲ ἂκων προῃ-
ρεῖτο τὴν πολιτείαν διοικεῖν αὐτός. ἐποίησε δὲ καὶ μισθοφόρα τὰ δικαστήρια
4
Πςρικλῆς πρῶτος, ἀντιδημαγωγῶν πρὸς τὴν Κίμωνος εὐπορίαν. ὁ γὰρ Κίμων, ἃτε τυραννικὴν ἒχων οὐσίαν, πρῶτον μὲν τὰς κοινὰς λῃτουργίας ἐλῃτούργει λαμπρῶς, ἒπειτα τῶν δημοτῶν ετρεφε πολλούς· ἐξῆν γὰρ τῷ βουλομένῳ Λακιαδῶν καθ’ ἑκάστην τὴν ἡμέραν ἑλθόντι παρ’ αὐτὸν ἒχειν
τὰ μέτρια, ἒτι δὲ τὰ χωρία πάντα ἂφφακτα ἦν, ὃπως ἐξῇ τῷ βουλομένῳ τῆς ὀπώρας ἀπολαύειν. πρὸς δὴ ταύτην τὴν χορηγίαν ἐπιλειπόμενος ὁ
5
Περικλῆς τῇ οὐσίᾳ, συμβουλεύσαντος αὐτῷ Δκμωνίδου τοῦ Οἲηθεν ὃς ἐδόκει τῶν πολλῶν εἰσηγητὴς εἶναι τῷ Περικλεῖ· διὸ καὶ ὠστράκισαν αὐτὸν ὓστερον), ἐπεὶ τοῖς ἰδίοις ἡττᾶτο, διδόναι τοῖς πολλοῖς τὰ αὑτῶν,
κατεσκεύασε μισθοφορὰν τοῖς δικασταῖς· ἀφ’ ὦν αἰτιῶνταί τινες χείρω γενέσθαι, κληρουμένων ἐπιμελῶς ἀεὶ μᾶλλον τῶν τυχόντων ἢ τῶν ἐπιεκῶν ἀνθρώπων. ἢρξατο δὲ μετὰ ταῦτα καὶ τὸ δεκάζειν, πρώτου κατασείξαντος
6
Ἀνύτου μετὰ τὴν ἐν Πύλῳ στρατηλίαν. κρινόμενος γὰρ ὑπό τινων διὰ τὸ ἀποβαλεῖν Πύλον, δεκάσας τὸ δικστὴριον ἀπέφυγεν.