ΧΟ.
οὔτοι σ' Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος
ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον
300
ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,
ἀναίματον βόσκημα, δαιμόνων σκιάν.
οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους
ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·
305
ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν.
Eumenides. Aeschylus. Guilielmus Dindorfius (Editor). Lipsiae. 1882.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Schmidt Sciences.