ΧΟΡΟΣ
Ὄνειδος ἥκει τόδ' ἀντ' ὀνείδους,
Ant. 3.
δύσμαχα δ' ἔστι κρῖναι·
φέρει φέροντ', ἐκτίνει δ' ὁ καίνων·
μίμνει δὲ μίμνοντος ἐν
θρόνῳ
χρόνῳ (cf. Eum. 18) Διὸς
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ·
1560
τίς ἂν γονὰν
ἀραῖον
ῥᾶον (ῥᾷ- Tr) ἐκβάλοι δόμων ;
κεκόλληται γένος
πρὸς ἄτᾳ
προσάψαι.
1
ΧΟΡΟΣ
Ἰὼ γὰ γᾶ, εἴθ' ἔμ' ἐδέξω,
πρὶν τόνδ' ἐπιδεῖν ἀργυροτοίχου
δροίτης κατέχοντα χαμεύνην.
Τίς ὁ θάψων νιν ; τίς ὁ θρηνήσων ;
ἦ σὺ τόδ' ἔρξαι τλήσῃ, κτείνασ'
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,
ψυχῇ τ' ἄχαριν χάριν ἀντ' ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι ;
Τίς δ' ἐπιτύμβιον αἶνον ἐπ' ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
ἀληθείᾳ φρενῶν πονήσει ;
Agamemnon. Aeschylus. Paul Mazon (Editor). Paris. 1920-1925.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Schmidt Sciences.