Agamemnon. Aeschylus. ed. Gottfried Hermann. Lipsiae. 1852.
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Current edition Experimental
Critical apparatus to Agamemnon (OCR draft) (Latin) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of Agamemnon.)
Provisional text from uncorrected OCR; expect errors.
Editions (8)
Ἀγαμέμνων First1KGreek (Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.) — 258-366 focus
Χορός
ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος:
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
260
σὺ δ᾽ εἴ τι
1
κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ᾽ ἂν εὔφρων: οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα
εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
265
πεύσει δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν:
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορός
πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
Κλυταιμήστρα
Τροίαν Ἀχαιῶν οὖσαν: ἦ τορῶς λέγω;
Χορός
χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
270
Κλυταιμήστρα
εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορός
τί γὰρ τὸ πιστόν;
2
ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμήστρα
ἔστιν: τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ.
Χορός
πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ
3
σέβεις;
Κλυταιμήστρα
οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
275
Χορός
ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμήστρα
παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας.
Χορός
ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
Κλυταιμήστρα
τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω.
Χορός
καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος;
280
281
Κλυταιμήστρα
Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου
4
πυρὸς
ἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου: μέγαν δὲ πανὸν
5
ἐκ νήσου τρίτον
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
285
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
πέμπει
6
τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
σέλας παραγγείλασα Μακίστου σκοπαῖς:
7
ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
290
νικώμενος παρῆκεν ἀγγέλου μέρος:
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
295
σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ,
8
δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
300
φρουρὰ προσαιθρίζουσα πόμπιμον φλόγα,
9
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος:
ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μηχανήσασθαι
10
πυρός.
πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
305
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον
11
πρῶν᾽ ὑπερβάλλειν πρόσω
φλέγουσαν, ἔστ᾽ ἔσκηψεν, εὖτ᾽
12
ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς:
κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
310
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι:
νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
τέκμαρ τοιοῦτο σύμβολόν τε σοὶ λέγω
315
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χο.
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις
15
πάλιν.
320
Κλ.
Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ.
320
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας
16
ταὐτῷ κύτει
διχοστατοῦντ᾽ ἄν οὐ φίλως προσεννέποις.
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
325
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου
δέρης ἀποιμώζουσι φιλτάτων μόρον:
τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
330
νήστεις
17
πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
ἐν <δ᾽>
18
αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
335
δρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες
19
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα,
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ
23
στρατῷ
πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
κάμψαι διαύλου θάτερον κῶλον πάλιν:
θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός,
345
ἐγρηγορὸς
24
τὸ πῆμα τῶν ὀλωλότων
γένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις:
τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν.
πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽
25
ὄνησιν εἱλόμην.
350
Χο.
γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις.
ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια
θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
355
ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
355
μεγάλων κόσμων κτεάτειρα,
ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι
μέγα δουλείας
360
γάγγαμον, ἄτης παναλώτου.
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ
τείνοντα πάλαι τόξον, ὅπως ἂν
μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων
365
βέλος ἠλίθιον σκήψειεν.
367
βέλος ἠλίθιον σκήψειεν.
Ἀγαμέμνων Perseus (Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.) — 258-366 focus
Χορός
ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
γυναῖκʼ ἐρημωθέντος ἄρσενος θρόνου.
260
σὺ δʼ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμʼ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα
εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
265
πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορός
πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
Κλυταιμήστρα
Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;
Χορός
χαρά μʼ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
270
Κλυταιμήστρα
εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορός
τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμήστρα
ἔστιν· τί δʼ οὐχί; μὴ δολώσαντος θεοῦ.
Χορός
πότερα δʼ ὀνείρων φάσματʼ εὐπιθῆ σέβεις;
Κλυταιμήστρα
οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
275
Χορός
ἀλλʼ ἦ σʼ ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμήστρα
παιδὸς νέας ὣς κάρτʼ ἐμωμήσω φρένας.
Χορός
ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
Κλυταιμήστρα
τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω.
Χορός
καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος;
280
281
Κλυταιμήστρα
Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
285
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ
290
νικώμενος παρῆκεν ἀγγέλου μέρος·
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
295
σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
300
φρουρὰ πλέον καίουσα τῶν εἰρημένων·
λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
ὄρος τʼ ἐπʼ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
πέμπουσι δʼ ἀνδαίοντες ἀφθόνῳ μένει
305
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶνʼ ὑπερβάλλειν πρόσω
φλέγουσαν· ἔστʼ ἔσκηψεν εὖτʼ ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
κἄπειτʼ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
310
φάος τόδʼ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρʼ ἄλλου διαδοχαῖς πληρούμενοι·
νικᾷ δʼ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
315
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χορός
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δʼ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμʼ ἂν ὡς λέγοις πάλιν.
320
Κλυταιμήστρα
Τροίαν Ἀχαιοὶ τῇδʼ ἔχουσʼ ἐν ἡμέρᾳ.
320
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
ὄξος τʼ ἄλειφά τʼ ἐγχέας ταὐτῷ κύτει
διχοστατοῦντʼ ἄν, οὐ φίλω, προσεννέποις.
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
325
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
παῖδες γερόντων οὐκέτʼ ἐξ ἐλευθέρου
δέρης ἀποιμώζουσι φιλτάτων μόρον·
τοὺς δʼ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
330
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
ἀλλʼ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
ἐν
δʼ αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
335
δρόσων τʼ ἀπαλλαγέντες, ὡς δʼ εὐδαίμονες
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
εἰ δʼ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
τοὺς τῆς ἁλούσης γῆς θεῶν θʼ ἱδρύματα,
οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
340
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
κάμψαι διαύλου θάτερον κῶλον πάλιν·
θεοῖς δʼ ἀναμπλάκητος εἰ μόλοι στρατός,
345
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
γένοιτʼ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·
τὸ δʼ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
πολλῶν γὰρ ἐσθλῶν τήνδʼ ὄνησιν εἱλόμην.
350
εἰ δʼ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
Χορός
γύναι, κατʼ ἄνδρα σώφρονʼ εὐφρόνως λέγεις.
ἐγὼ δʼ ἀκούσας πιστά σου τεκμήρια
θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
355
Χορός
ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
355
μεγάλων κόσμων κτεάτειρα,
ἥτʼ ἐπὶ Τροίας πύργοις ἔβαλες
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
μήτʼ οὖν νεαρῶν τινʼ ὑπερτελέσαι
μέγα δουλείας
360
γάγγαμον, ἄτης παναλώτου.
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
τὸν τάδε πράξαντʼ ἐπʼ Ἀλεξάνδρῳ
τείνοντα πάλαι τόξον, ὅπως ἂν
μήτε πρὸ καιροῦ μήθʼ ὑπὲρ ἄστρων
365
βέλος ἠλίθιον σκήψειεν.
βέλος ἠλίθιον σκήψειεν.
Ἀγαμέμνων (OCR draft) Experimental (Ἀγαμέμνων. Guilielmus Dindorfius, 1882.) — 281 focus
ΚΛ.
"Ηφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾿ ἀγγάρου πυρὸς
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
285
ΧΟ.
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
Ἀγαμέμνων (OCR draft) Experimental (Ἀγαμέμνων. Gottfried Hermann, 1852.) — 281 focus
Κλυταιμνήστρα
Ἥφαιστος, Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ' ἀγγάρου πυρὸς
ἔπεμπεν. Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου, τρίτον
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
270
ὑπερτελής τε πόντον ὥςτε νωτίσαι
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
πεύκη, τὸ χρυσοφεγγὲς ὡς τις ἥλιος
σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
ὃ δ᾽ οὔτι μέλλων, οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
275
νικώμενος παρῆκεν ἀγγέλου μέρος·
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ' Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἳ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω,
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
280
σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
285
φρουρά, πλέον καίουσα τῶν εἰρημένων·
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
ὄρος τ᾽ ἐπ' Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χατίζεσθαι πυρός.
πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
290
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτρον πρῶν᾽ ὑπερβάλλειν πρόσω
φλέγουσαν, εἶτ᾽ ἔσκηψεν, εἶτ᾽ ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
κάπειτ' Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
295
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
Κλυταιμνήστρα
τοιοίδ᾽ ἕτοιμοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι·
νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
τέκμαρ τοιοῦτον σύμβολόν τε σοὶ λέγω,
300
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χορὸς Πρεσβυτῶν
θεοῖς μὲν αὖθις, ὦ γύναι, προςεύξομαι·
λόγους δ᾽ ἀκοῦσαι τούςδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ᾽ ἄν, ὡς λέγεις, πάλιν.
ΑΓΑΜΕΜΝΩΝ (OCR draft) Experimental (ΑΓΑΜΕΜΝΩΝ. Paul Mazon, 1920-1925.) — 281 focus
Ἀγαμέμνων (OCR draft) Experimental (Ἀγαμέμνων. N. Wecklein, 1885.) — 281 focus
Ἥφαιστος, Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου πυρὸς
ἔπεμπεν. Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
295
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
᾿Αθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
300
ΧΟ.
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
330
διηνεκῶς θέλοιμ᾽ ἄν, οὓς λέγεις, πάλιν.
ΚΛ.
Ἀγαμέμνων (OCR draft) Experimental (Ἀγαμέμνων. Martin L. West, 1990.) — 281 focus
Ἥφαιστος, Ἴδης λαμπρὸν ἐκπέμπων σέλας·
φρυκτὸς δὲ φρυκτῶι δεῦρ᾽ ἀπ’ ἀγγάρου πυρός
ἔπεμπεν, Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
Ἀθῶιον αἶπος Ζηνὸς ἐξεδέξατο·
285
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν
....
....
πεύκη, τὸ χρυσοφεγγὲς ὥς τις ἥλιος
σέλας παραγγείλασα Μαχίστου σκοπαῖς·
ὃ δ᾽ οὔ τι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνωι
290
νικώμενος παρῆκεν ἀγγέλου μέρος,
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ’ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἳ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω,
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί·
295
σθένουσα λαμπὰς δ᾽ οὐδέ πω μαυρουμένη
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ δίκην
φαιδρᾶς σελήνης πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
300
φρουρά, πλέον καίουσα τῶν εἰρημένων·
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος,
ὄρος τ᾽ ἐπ’ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν †μὴ χαρίζεσθαι† πυρός·
πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνωι μένει
305
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κατόπτην πρῶν᾽ ὑπερβάλλειν πρόσω
φλέγουσαν᾽ εἶτ᾽ ἔσκηψεν, εἶτ᾽ ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
κἄπειτ᾽ Ἀτρειδῶν εἰς τόδε σκήπτει στέγος
310
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι·
νικᾶι δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
τέκμαρ τοιοῦτον ξύμβολόν τέ σοι λέγω
315
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
ΧΟ.
θεοῖς μὲν αὖθις ὦ γύναι προσεύξομαι·
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διανεκῶς θέλοιμ᾽ ἂν ὡς λέγεις πάλιν.
ΚΛ.
Aeschyli Agamemnon (OCR draft) Experimental (Aeschyli Agamemnon. Ulrich von Wilamowitz-Moellendorff, 1914.) — 281 focus
Testim.:
Apparatus Criticus
ἐλπίσιν ἐλπίσειν σιγώσηι σιγώντι ΚΛ. paragraphos ΚΛ. paragraphos φρονοῦντος φρονούσης ἢ γάρ τι τί γάρ; τό corr. Karsten εὐπιθῆ εὐπειθεῖ εὐπειθῆ ἀγγέλλων ἀγγέλων corr. Stanley ΚΛ. Κλυ. Αγγ. corr. Stanley ἀγγάρου ἀγγάρου ἀγγέλου Ἑρμαῖον ἕρμαιον ἕρματον πανὸn πανὸν φανόν
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν
πεύκη, τὸ χρυσοφεγγὲς ὥς τις ἥλιος
σέλας παραγγείλασα Μακίστου σκοπαῖς.
ὃ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνωι
290
νικώμενος παρῆκεν ἀγγέλου μέρος,
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾿ Εὐρίπου ῥοάς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἳ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω,
γραίας ἐρίκης θωμὸν ἅψαντες πυρί.
295
σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη
ὑπερθοροῦσα πεδίον Ασωποῦ δίκην
φαιδρᾶς σελήνης πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
300
φρουρά, πλέον καίουσα τῶν εἰρημένων·
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος,
ὄρος τ᾽ ἐπ᾿ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνωι μένει
305
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσω
φλέγουσαν· εἶτ᾿ ἔσκηψεν, εἶτ᾽ ἀφίκετο
᾿Αραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
κἄπειτ᾿ ᾿Ατρειδῶν ἐς τόδε σκήπτει στέγος
310
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι·
νικᾶι δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
315
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Apparatus Criticus
ὑπερτελής ὑπεὶρ ἕλης πεύκη, τὸ χρυσοφεγγὲς γλυσοφ. 1 σκοπαῖς σκοπάς corr. Turn. μολόν μολών οἳ δ᾽ οἵ τ' ἐρίκης ἐρείκης θωμὸn θῶμὸν πεδίον Ασωποῦ παιδίον ὠποῦ θεσμὸn μὴ χρονίζεσθαι δὴ χ. χαρίζεσθαι corr. Casaubonus κάτοπτον κάτοπτρον corr. Canter τόδε τόγε τόδ' ἐνσκ. τοιοίδε τοί τοιοίδ᾽ ἕτοιμοι dist. Schütz τοιοῦτον τοιοῦτοι
ΧΟ.
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ᾽ ἄν, οὓς λέγεις, πάλιν.
Translations (9)
Agamemnon Perseus (Aeschylus. The poetical works of Robert Browning, Volume 13. Browning, Robert, translator; Berdoe, Edward, editor. London: Smith, Elder and Co., 1889.) — 258-366 focus
CHOROS.
I am come, reverencing power in thee,
O Klutaimnestra! For ’t is just we bow
To the ruler’s wife, — the male-seat man-bereaved.
260
But if thou, having heard good news, — or none, —
For good news’ hope dost sacrifice thus wide,
I would hear gladly: art thou mute, — no grudge!
KLUTAIMNESTRA.
Good-news-announcer, may — as is the by-word —
Morn become, truly, — news from Night his mother!
265
But thou shalt learn joy past all hope of hearing.
Priamos’ city have the Argeioi taken.
CHOROS.
How sayest? The word, from want of faith, escaped me.
KLUTAIMNESTRA.
Troia
the Achaioi hold: do I speak plainly?
CHOROS.
Joy overcreeps me, calling forth the tear-drop.
270
KLUTAIMNESTRA.
Right! for, that glad thou art, thine eye convicts thee.
CHOROS.
For — what to thee, of all this, trusty token?
KLUTAIMNESTRA.
What’s here! how else? unless the god have cheated.
CHOROS.
Haply thou flattering shows of dreams respectest?
KLUTAIMNESTRA.
No fancy would I take of soul sleep-burthened.
275
CHOROS.
But has there Puffed thee up some unwinged omen?
KLUTAIMNESTRA.
As a young maid’s my mind thou mockest grossly.
CHOROS.
Well, at what time was — even sacked, the city?
KLUTAIMNESTRA.
Of this same mother Night — the dawn, I tell thee.
CHOROS.
And who of messengers could reach this swiftness?
280
281
KLUTAIMNESTRA.
Hephaistos — sending a bright blaze from Ide.
Beacon did beacon send, from fire the poster,
Hitherward: Ide to the rock Hermaian
Of
Lemnos
: and a third great torch o’ the island
Zeus’ seat received in turn, the Athoan summit.
285
And, — so upsoaring as to stride sea over,
The strong lamp-voyager, and all for joyance —
Did the gold-glorious splendour, any sun like,
Pass on — the pine-tree — to Makistos’ watch-place;
Who did not, — tardy, — caught, no wits about him,
290
By sleep, — decline his portion of the missive.
And far the beacon’s light, on stream Euripos
Arriving, made aware Messapios’ warders,
And up they lit in turn, played herald onwards,
Kindling with flame a heap of grey old heather.
295
And, strengthening still, the lamp, decaying nowise,
Springing o’er Plain Asopos, — full-moon-fashion
Effulgent, — toward the crag of Mount Kithairon,
Roused a new rendering-up of fire the escort —
And light, far escort, lacked no recognition
300
O’ the guard — as burning more than burnings told you.
And over Lake Gorgopis light went leaping,
And, at Mount Aigiplanktos safe arriving,
Enforced the law —
to never stint the fire-stuff.
And they send, lighting up with ungrudged vigour,
305
Of flame a huge beard, ay, the very foreland
So as to strike above, in burning onward,
The look-out which commands the Strait Saronic.
Then did it dart until it reached the outpost
Mount Arachnaios here, the city’s neighbour;
310
And then darts to this roof of the Atreidai
This light of Ide’s fire not unforefathered!
Such are the rules prescribed the flambeau-bearers:
He beats that’s first and also last in running.
Such is the proof and token I declare thee,
315
My husband having sent me news from
Troia
.
CHOROS.
The gods, indeed, anon will I pray, woman!
But now, these words to hear, and sate my wonder
Thoroughly, I am fain — if twice thou tell them.
320
KLUTAIMNESTRA.
Troia
do the Achaioi hold, this same day.
320
I think a noise — no mixture — reigns i’ the city.
Sour wine and unguent pour thou in one vessel —
Standers-apart, not lovers, wouldst thou style them:
And so, of captives and of conquerors, partwise
The voices are to hear, of fortune diverse.
325
For those, indeed, upon the bodies prostrate
Of husbands, brothers, children upon parents
— The old men, from a throat that ’s free no longer,
Shriekingly wail the death-doom of their dearest:
While these — the after-battle hungry labour,
330
Which prompts night-faring, marshals them to breakfast
On the town’s store, according to no billet
Of sharing, but as each drew lot of fortune.
In the spear-captured Troic habitations
House they already: from the frosts upmethral
335
And dews delivered, will they, luckless creatures,
Without a watch to keep, slumber all night through.
And if they fear the gods, the city-guarders,
And the gods’ structures of the conquered country,
They may not — capturers—soon in turn be captive.
340
But see no prior lust befall the army
To sack things sacred — by gain-cravings vanquished
For there needs homeward the return’s salvation,
To round the new limb back o’ the double race-course.
And guilty to the gods if came the army,
345
Awakened up the sorrow of those slaughtered
Might be — should no outbursting evils happen.
But may good beat — no turn to see i’ the balance!
For, many benefits I want the gain of.
CHOROS.
Woman, like prudent man thou kindly speakest.
And I, thus having heard thy trusty tokens,
The gods to rightly hail forthwith prepare me;
For, grace that must be paid has crowned our labours.
355
O Zeus the king, and friendly Night
355
Of these brave boons bestower —
Thou who didst fling on
Troia
’s every tower
The o’er-roofing snare, that neither great thing might,
Nor any of the young ones, overpass
Captivity’s great sweep-net — one and all
360
Of Até held in thrall!
Ay, Zeus I fear — the guest’s friend great — who was
The doer of this, and long since bent
The bow on Alexandros with intent
That neither wide o’ the white
365
Nor o’er the stars the foolish dart should light.
The Agamemnon (OCR draft) Experimental (The Agamemnon. Theodore Alois Buckley, 1849.) — 281 focus
CHORUS
To the gods, my queen! I will make prayer hereafter; but I could wish to hear and to admire once more, at length, these tidings as thou tellest them.
CLYTEMNESTRA
AGAMEMNON (OCR draft) Experimental (AGAMEMNON. Paul Mazon, 1920-1925.) — 281 focus
Agamemnon (OCR draft) Experimental (Agamemnon. Robert Potter, 1779.) — 281 focus
CHORUS.
Anon my grateful praiſe ſhall riſe to Heav’n:
Now, lady, wou’d I willingly attend
Thro’ each glad circumſtance the wond’rous tale.
CLYTEMNESTRA.
Eschilo, Agamennone: traduzione italiana di Ettore Romagnoli (OCR draft) Experimental (Eschilo, Agamennone: traduzione italiana di Ettore Romagnoli. Ettore Romagnoli, 1922.) — 281 focus
da Lemno poi l'Atòo, picco di Giove,
terzo accolse la gran fiaccola; ed alta
320
sovra il dorso del pelago, la furia
della lampada in corsa, allegra scaglia
la vampa d'oro del Macisto ai vertici,
simile a un sole: né il Macisto indugia,
né la sua parte di messaggio oblia,
325
vinto dal sonno o smemorato.
Ed oltre,
alle fluenti dell'Eurípo, giunge
il balenio del rogo; e del Messapio
CLITENNESTRA
giunge ai custodi, che sul fuoco gittano
330
un mucchio d' arida erica, e rispondono
col fuoco al fuoco, ed oltre il nunzio inviano.
E non illanguidita, anzi piú valida,
la face, a guisa di lucente luna,
valica il pian dell'Asopo, e sui vertici
335
del Citerone, un nuovo passo suscita
del messaggio di fuoco.
E la custodia
non repudiò la peregrina luce,
anzi ne incese una maggior che l'altre.
340
E il bagliore volò su la palude
Gorgonia, e giunto ai picchi d' Egipanto,
scosse le guardie, sí che non mancasse
la vampa: accendon quelle, e con grande impeto
oltre inviano una gran barba di fiamma,
345
ch' arda e la vetta superi imminente
sopra il varco Saronio: e irruppe, e giunse
su la cima aracnèa, che incombe vigile
su la città.
Di lí venne alla casa
350
degli Atridi, la luce a cui fu avolo
il fuoco d' Ida.
Per me dunque arse
tale corsa di fuochi: l'uno all' altro
trasmise il segno; e vinse il primo e l'ultimo.
355
La prova eccoti e il segno della nuova
che lo sposo da Troia a noi mandò.
CORIFEO
I Numi, o donna, poi ringrazierò;
ma per disteso udire la novella
vorrei, stupirne ancora: oh parla, parla!
360
CLITENNESTRA
Aeschylus, Agamemnon: versio Latina Ioannis Sanravii (OCR draft) Experimental (Aeschylus, Agamemnon: versio Latina Ioannis Sanravii. Ioannes Sanravius, 1555.) — 281 focus
[Kly.]
Aeschylus, Agamemnon: German translation (OCR draft) Experimental (Aeschylus, Agamemnon: German translation. Ulrich von Wilamowitz-Moellendorff, 1919–1923.) — 281 focus
Ich biet' ihr nicht Gruß voraus noch Fluch voraus.
Erscheinen wird sie, leuchtend wie der Morgen.
285
O, daß er uns Entscheidung bringe,
255
Triumph des Guten, wie vor allem sie,
die Nächstbetroffne, wünscht,
in deren Hand
das Heil von Argos einzig ruht.
290
Chorführer.
Ich nahe, Klytaimestra, deiner Majestät
mich voller Ehrfurcht, denn des Landesherrn Gemahl
260
hat, wenn des Mannes Fürstenstuhl verlassen steht,
Anrecht auf seiner Untertanen Huldigung.
Wenn du nun gutes schon vernommen, wenn du noch
295
in froher Botschaft Hoffnung opferst: treuen Sinns
werd' ich es hören, werd' es ehren, wenn du schweigst.
Klytaimestra.
Die Mutter Nacht hat frohe Botschaft uns beschert,
265
so halte denn der Morgen, was sie uns versprach.
Erfüllung über alles Hoffen künd' ich euch:
300
erobert haben die Hellenen Priams Burg.
Chorführer.
Unmöglich - doch verzeih', ich hörte wohl nicht recht.
Klytaimestra.
Troia ist unser. Ist das nicht bestimmt genug?
Chorführer.
270
Freude durchzuckt mich — Tränen lockt sie mir
hervor.
305
61
Klytaimestra.
Ein treues Herz verrät sich durch der Augen Naß.
Chorführer.
Hast du auch wirklich sicheren Beweis dafür?
Klytaimestra.
Gewiß, ich hab' ihn, wenn mich nicht ein Gott berückt.
Chorführer.
Traust du auf eines Traumes schmeichelndes Gesicht?
Klytaimestra.
275
Dem Wahn der schlafbefang'nen Seele trau' ich nie.
310
Chorführer.
Bläht deine Hoffnung ein willkommenes Gerücht?
Klytaimestra.
Bin ich ein Kind, daß so du meiner spotten magst?
Chorführer.
Wie lang' ist's her, daß Ilios gefallen ist?
Klytaimestra.
In dieser Nacht, die uns das heut'ge Licht gebar.
Chorführer.
280
Und welcher Bote hätte solche Schnelligkeit?
315
Klytaimestra.
Hephaistos, der vom Ida helles Licht gesandt.
Von Warte wanderte zu Warte, Berg zu Berg
die Fackelpost bis her zu uns. Der Ida gab
sie an den Hermesberg von Lemnos, und von ihm
285
320
English (E. D. A. Morshead, 1889, second edition) (OCR draft) Experimental (Aeschylus, Agamemnon — Morshead translation. Wikisource transcription; speech corresp and card milestones aligned to Smyth perseus-grc2.) — 281 focus
From Ida's top Hephæstus, lord of fire,
335
Sent forth his sign; and on, and ever on,
Beacon to beacon sped the courier-flame.
From Ida to the crag, that Hermes loves,
Of Lemnos; thence unto the steep sublime
Of Athos, throne of Zeus, the broad blaze flared.
340
Thence, raised aloft to shoot across the sea,
The moving light, rejoicing in its strength,
Sped from the pyre of pine, and urged its way,
In golden glory, like some strange new sun,
Onward, and reached Macistus' watching heights.
345
There, with no dull delay nor heedless sleep,
The watcher sped the tidings on in turn,
Until the guard upon Messapius' peak
Saw the far flame gleam on Euripus' tide,
And from the high-piled heap of withered furze
350
Lit the new sign and bade the message on.
Then the strong light, far-flown and yet undimmed,
Shot thro' the sky above Asopus' plain,
Bright as the moon, and on Cithæron's crag
Aroused another watch of flying fire.
355
And there the sentinels no whit disowned,
But sent redoubled on, the hest of flame—
Swift shot the light, above Gorgopis' bay,
To Ægiplanctus' mount; and bade the peak
Fail not the onward ordinance of fire.
360
And like a long beard streaming in the wind,
Full-fed with fuel, roared and rose the blaze,
And onward flaring, gleamed above the cape,
Beneath which shimmers the Saronic bay,
And thence leapt light unto Arachne's peak,
365
The mountain watch that looks upon our town.
Thence to th' Atrides' roof—in lineage fair,
A bright posterity of Ida's fire.
So sped from stage to stage, fulfilled in turn,
Flame after flame, along the course ordained,
370
And lo! the last to speed upon its way
Sights the end first, and glows unto the goal.
And Troy is ta'en, and by this sign my lord
Tells me the tale, and ye have learned my word.
Chorus.
To heaven, O queen, will I upraise new song:
375
But wouldst thou speak once more, I fain would hear
From first to last the marvel of the tale.
Clytemnestra.
German (J. J. C. Donner, 1854; OCR review) (OCR draft) Experimental (Aeschylos, Band I, Agamemnon. Independent Donner line citations, Smyth card correspondence, twelve located textual notes and opening metrical facsimiles. Unfinished OCR proofreading and note attribution are documented in the review inventory.) — 281 focus
Hephästos, der vom Ida hellen Glanz gesandt.
Brand flog auf Brand, in stetem Flammenlaufe sich
Fortwindend, hierher. Ida strahlt' auf Hermes' Fels
265
In Lemnos' Eiland, und von hier den großen Strahl
Empfingen drittens Athos' Höh'n, dem Zeus geweiht.
Hochhin des Meeres Rücken überleuchtete
Des Wanderlichtes mächtige Glut; froh loderte
Die Fackel, die goldstrahlend, einer Sonne gleich,
270
Makistos' Hüter ihren Glanz verkündigte.
Und dieser, nimmer säumig, noch achtlosen Sinns
Vom Schlaf bewältigt, wahrte treu sein Botenamt.
Fern eilt die Flammenleuchte nach Euripos' Flut,
Den Wächtern Kunde bringend auf Messapios.
275
Den Glanz erwiedernd sandten sie die Kunde fort,
Und brannten dürres Heidekraut in Haufen an.
Die Leuchte, rüstig, ungeschwächt im vollsten Glanz,
Hinüberzuckend durch Asopos' Ebene,
Wie helles Mondlicht, traf Kithärons hohen Fels,
280
Und rief in andrer Folge wach die Feuerpost.
Der Wächter dort entflammte fernhinströmenden
Lichtglanz, der heller leuchtet als die früheren.
Gorgopis' See hinüber schlug der Flamme Licht;
Und als ihr Strahl auf Aegiplanktos' Höhen traf,
285
Trieb's, nicht zu fehlen ihrer Pflicht, die Wache dort.
Die Lohe schürend, sandten sie die mächtige
Glutsäule prasselnd weiter, daß saronischen
Meerbusens weitsichtbaren Strand ihr Glanz sogar
Fern überstrahlte; leuchtend schoß sie fort und kam
290
Zur Arachnäoswarte nächst an dieser Stadt.
Und dann zum Königshause hier gelangt der Strahl,
Des Idafeuers lekter ächtgeborner Sohn.
So war der Fackelboten Dienst von uns bestellt,
Der rasch in steter Folge sich vollendete.
295
Doch siegt der leste Läufer wie der erste hier.
Und solche Zeichen nenn' ich euch und Zeugnisse,
Die fern von Troja mein Gemahl mir zugesandt.
Der Chorführer.
Den Göttern zoll' ich meinen Dank hernach, o Frau;
Doch solches Wort anhören voll Bewunderung,
300
Das möcht' ich unablässig. Sag's noch Einmal denn!
Klytämnestra.
Commentary
Critical apparatus to Agamemnon (OCR draft) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of Agamemnon.) focus
282.
mvp-aeschylus-tlg0085-tlg005-hermann1852-appcrit-lat1-188
Wecklein’s commentary on Agamemnon (1888; German; OCR draft) (Explanatory commentary, pp. 30–140; Iowa and Harvard OCR collated conservatively. Unresolved OCR and provisional reference mappings are explicitly marked.) focus
270-378.
mvp-aeschylus-tlg0085-tlg005-wecklein1888-com-ger1-158
282.
mvp-aeschylus-tlg0085-tlg005-wecklein1888-com-ger1-162