Δαναός
ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
980
θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις,
σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς
φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·
ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους
985
ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν
λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι.
τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς
χάριν σέβεσθαι τιμιωτέραν χρεών.
990
καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις
πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.
πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
κακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
995
ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς.
τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·
θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;
καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
1000
καρπώματα στάζοντα κηρύσσει Κύπρις
καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,
καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος.
1005
πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,
μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς
πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα
τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
1010
οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.
μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,
τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.