ἱκανὸν δὲ τοῦτο πρὸς γοῦν ἐμέ.
ΛΥΚΙΝΟΣ
Ὅμως οὐκ ἂν εἴποις, ὦ ἑταῖρε, καὶ πρὸς ἐμέ, ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ συρφετῷ;
ΕΡΜΟΤΙΜΟΣ
Οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω.
ΛΥΚΙΝΟΣ
Οὔκ, ὦγαθέ, ἀλλ’ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον ἄν μοι ἀρέσειεν. ἐπεὶ δ’ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ καὶ φθονεῖς ἡμῖν ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι φιλοσοφήσαντες, ἐγὼ πειράσομαι ὅπως ἂν οἷός τε ὦ κατ' ἐμαυτὸν ἐξευρεῖν τὴν ἀκριβῆ περὶ τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν. ἄκουε δὲ καὶ σύ, εἰ βούλει.
ΕΡΜΟΤΙΜΟΣ
Ἀλλὰ βούλομαι, ὦ Λυκῖνε. ἴσως γάρ τι γνώριμον ἐρεῖς.
ΛΥΚΙΝΟΣ
Σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν ἰδιωτικῶς ἀναζητῶ αὐτό· ἀνάγκη γὰρ οὕτως, ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς ἄμεινον.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.