Ἑρμότιμος
παίζεις, ὦ Λυκῖνε. ἐγὼ δὲ κατὰ θεὸν εἱλόμην, καὶ οὐ μεταμέλει μοι τῆς αἱρέσεως· ἱκανὸν δὲ τοῦτο πρὸς γοῦν ἐμέ.
Λυκῖνος
ὅμως οὐκ ἂν εἴποις, ὦ ἑταῖρε, καὶ πρὸς ἐμέ,
760
ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ συρφετῷ;
Ἑρμότιμος
οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω.
Λυκῖνος
οὔκ, ὦγαθέ, ἀλλʼ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον ἄν μοι ἀρέσειεν. ἐπεὶ δʼ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ καὶ φθονεῖς ἡμῖν, ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι φιλοσοφήσαντες, ἐγὼ πειράσομαι, ὅπως ἂν οἷός τε ὦ, κατʼ ἐμαυτὸν ἐξευρεῖν τὴν ἀκριβῆ περὶ τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν. ἄκουε δὲ καὶ σύ, εἰ βούλει.
Ἑρμότιμος
ἀλλὰ βούλομαι, ὦ Λυκῖνε· ἴσως γάρ τι γνώριμον ἐρεῖς.
Λυκῖνος
σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν ἰδιωτικῶς ἀναζητῶ αὐτό· ἀνάγκη γὰρ οὕτως, ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς ἄμεινον.
Hermotimus. Lucian. ed. Karl Jacobitz. Leipzig. 1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.