Ἀγοράστης
ποδαπὸς εἶ σύ;
Πυθαγόρας
Σάμιος.
Ἀγοράστης
ποῦ
δὲ ἐπαιδεύθης;
Πυθαγόρας
ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι.
Ἀγοράστης
φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει;
1
Πυθαγόρας
διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ.
Ἀγοράστης
πῶς ἀναμνήσεις;
Πυθαγόρας
καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπʼ αὐτῇ ῥύπον ἐκκλύσας.
Ἀγοράστης
καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως;
Πυθαγόρας
τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν.
Ἀγοράστης
ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα
παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν;
Πυθαγόρας
Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι.
Ἀγοράστης
χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.
Vitarum auctio. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.