Ἑρμῆς
τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;
Ζεύς
τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται.
Ἑρμῆς
οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις.
Ζεύς
κήρυττε δή.
Ἑρμῆς
τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν;
Ἀγοράστης
τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν;
Ἑρμῆς
ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις.
Ἀγοράστης
ἔξεστιν αὐτὸν ἀνακρίνειν;
Ἑρμῆς
ἀνάκρινε ἀγαθῇ τύχῃ.
Vitarum auctio. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.